Thesauros Literature biography Ἀντώνιος

Ἀντώνιος

Ἀντώνιος Plutarch
68.3 οἱ δὲ στρατιῶται καὶ πόθον τινὰ καὶ προσδοκίαν εἶχον ὡς αὐτίκα ποθὲν ἐπιφανησομένου· καὶ τοσαύτην ἐπεδείξαντο πίστιν καὶ ἀρετὴν ὥστε καὶ τῆς φυγῆς αὐτοῦ φανερᾶς γενομένης ἡμέρας ἑπτὰ συμμεῖναι, περιορῶντες ἐπιπρεσβευόμενον αὐτοῖς Καίσαρα. τέλος δέ, τοῦ στρατηγοῦ Κανιδίου νύκτωρ ἀποδράντος καὶ καταλιπόντος τὸ στρατόπεδον, γενόμενοι πάντων ἔρημοι καὶ προδοθέντες ὑπὸ τῶν ἀρχόντων, τῷ κρατοῦντι προσεχώρησαν.
68.4 ἐκ τούτου Καῖσαρ μὲν ἐπʼ Ἀθήνας ἔπλευσε, καὶ διαλλαγεὶς τοῖς Ἕλλησι τὸν περιόντα σῖτον ἐκ τοῦ πολέμου διένειμε ταῖς πόλεσι πραττούσαις ἀθλίως καὶ περικεκομμέναις χρημάτων, ἀνδραπόδων, ὑποζυγίων. ὁ γοῦν πρόπαππος ἡμῶν Νίκαρχος διηγεῖτο τοὺς πολίτας ἅπαντας ἀναγκάζεσθαι τοῖς ὤμοις καταφέρειν μέτρημα πυρῶν τεταγμένον ἐπὶ τὴν πρὸς Ἀντίκυραν θάλασσαν, ὑπὸ μαστίγων ἐπιταχυνομένους·
68.5 καὶ μίαν μὲν οὕτω φορὰν ἐνεγκεῖν, τὴν δὲ δευτέραν ἤδη μεμετρημένοις καὶ μέλλουσιν αἴρεσθαι νενικημένον Ἀντώνιον ἀγγελῆναι, καὶ τοῦτο διασῶσαι τὴν πόλιν· εὐθὺς γὰρ τῶν Ἀντωνίου διοικητῶν καὶ στρατιωτῶν φυγόντων διανείμασθαι τὸν σῖτον αὐτούς.
69.1 Ἀντώνιος δὲ Λιβύης ἁψάμενος καὶ Κλεοπάτραν εἰς Αἴγυπτον ἐκ Παραιτονίου προπέμψας αὐτὸς ἀπέλαυεν ἐρημίας ἀφθόνου, σὺν δυσὶ φίλοις ἀλύων καὶ πλανώμενος, Ἕλληνι μὲν Ἀριστοκράτει ῥητορικῷ, Ῥωμαίῳ δὲ Λουκιλλίῳ, περὶ οὗ δι’ ἑτέρων γεγράφαμεν ὡς ἐν Φιλίπποις, ὑπὲρ τοῦ διαφυγεῖν Βροῦτον, αὐτὸς αὑτόν, ὡς δὴ Βροῦτος ὤν, ἐνεχείρισε τοῖς διώκουσι, καὶ διασωθεὶς ὑπʼ Ἀντωνίου διὰ τοῦτο, πιστὸς αὐτῷ καὶ βέβαιος ἄχρι τῶν ἐσχάτων καιρῶν παρέμεινεν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme