Thesauros Literature biography Ἀντώνιος

Ἀντώνιος

Ἀντώνιος Plutarch
58.6 δικάζοντα δὲ πολλάκις τετράρχαις καὶ βασιλεῦσιν ἐπὶ βήματος δελτάρια τῶν ἐρωτικῶν ὀνύχινα καὶ κρυστάλλινα δέχεσθαι παρʼ αὐτῆς καὶ ἀναγινώσκειν· Φουρνίου δὲ λέγοντος, ὃς ἦν ἀξιώματος μεγάλου καὶ δεινότατος εἰπεῖν Ῥωμαίων, τὴν μὲν Κλεοπάτραν ἐν φορείῳ διὰ τῆς ἀγορᾶς κομίζεσθαι, τὸν δὲ Ἀντώνιον, ὡς εἶδεν, ἀναπηδήσαντα τὴν μὲν δίκην ἀπολιπεῖν, ἐκκρεμαννύμενον δὲ τοῦ φορείου παραπέμπειν ἐκείνην.
59.1 ἀλλὰ τούτων μὲν ἐδόκει τὰ πλεῖστα καταψεύδεσθαι Καλουΐσιος· οἱ δὲ φίλοι τοῦ Ἀντωνίου περιϊόντες ἐν Ῥώμῃ τὸν δῆμον ἱκέτευον, ἕνα δὲ ἐξ αὑτῶν ἔπεμψαν Γεμίνιον δεόμενοι τοῦ Ἀντωνίου μὴ περιϊδεῖν αὑτὸν ἀποψηφισθέντα τῆς ἀρχῆς καὶ πολέμιον Ῥωμαίων ἀναγορευθέντα.
59.2 Γεμίνιος δὲ πλεύσας εἰς τὴν Ἑλλάδα Κλεοπάτρᾳ μὲν ἦν ὕποπτος, ὡς ὑπὲρ Ὀκταουίας πράττων, σκωπτόμενος δὲ παρὰ δεῖπνον ἀεὶ καὶ κλισίαις ἀτίμοις προπηλακιζόμενος ἠνείχετο καιρὸν ἐντεύξεως ἀναμένων· κελευσθεὶς δὲ λέγειν ἐφʼ οἷς ἥκει παρὰ τὸ δεῖπνον, τὴν μὲν ἄλλην ἔφη νήφοντος εἶναι διάλεξιν, ἓν δὲ καὶ νήφων ἐπίστασθαι καὶ μεθύων, ὅτι καλῶς ἕξει πάντα Κλεοπάτρας εἰς Αἴγυπτον ἀπαλλαγείσης.
59.3 πρὸς τοῦτο τοῦ Ἀντωνίου χαλεπήναντος ἡ Κλεοπάτρα καλῶς, ἔφη, πεποίηκας, ὦ Γεμίνιε, τὴν ἀλήθειαν ἄνευ βασάνων ἐξομολογησάμενος. Γεμίνιος μὲν οὖν μετʼ ὀλίγας ἡμέρας ἀποδρὰς εἰς Ῥώμην ᾤχετο. πολλοὺς δὲ καὶ τῶν ἄλλων φίλων οἱ Κλεοπάτρας κόλακες ἐξέβαλον τὰς παροινίας καὶ βωμολοχίας οὐχ ὑπομένοντας,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme