Thesauros Literature biography Ἀντώνιος

Ἀντώνιος

Ἀντώνιος Plutarch
5.1 ταῦτα μὲν οὖν ὕστερον· ἐπεὶ δὲ τὰ Ῥωμαίων πράγματα διέστη, τῶν μὲν ἀριστοκρατικῶν Πομπηΐῳ παρόντι προσθεμένων, τῶν δὲ δημοτικῶν Καίσαρα καλούντων ἐκ Γαλατίας ἐν τοῖς ὅπλοις ὄντα, Κουρίων ὁ Ἀντωνίου φίλος ἐκ μεταβολῆς θεραπεύων τὰ Καίσαρος Ἀντώνιον προσηγάγετο, καὶ μεγάλην μὲν ἀπὸ τοῦ λέγειν ἐν τοῖς πολλοῖς ἔχων ἰσχύν, χρώμενος δὲ καὶ δαπάναις ἀφειδῶς ἀφʼ ὧν Καῖσαρ ἐχορήγει, δήμαρχον ἀπέδειξε τὸν Ἀντώνιον, εἶτα τῶν ἐπʼ οἰωνοῖς ἱερέων, οὓς Αὔγουρας καλοῦσιν.
5.2 ὁ δὲ εὐθὺς εἰς τὴν ἀρχὴν παρελθὼν οὐ μικρὸν ἦν ὄφελος τοῖς πολιτευομένοις ὑπὲρ Καίσαρος. ἀλλὰ πρῶτον μὲν Μαρκέλλου τοῦ ὑπάτου Πομπηΐῳ τούς τε συνειλεγμένους ἤδη στρατιώτας παρεγγυῶντος καὶ καταλέγειν ἑτέρους διδόντος ἐμποδὼν ἔστη, διάταγμα γράψας ὅπως ἡ μὲν ἠθροισμένη δύναμις εἰς Συρίαν πλέῃ καὶ Βύβλῳ βοηθῇ πολεμοῦντι Πάρθοις, οὓς δὲ Πομπήϊος καταλέγει, μὴ προσέχωσιν αὐτῷ·
5.3 δεύτερον δὲ τὰς Καίσαρος ἐπιστολὰς οὐ προσιεμένων οὐδὲ ἐώντων ἀναγινώσκεσθαι τῶν συγκλητικῶν, αὐτὸς ἰσχύων διὰ τὸ ἄρχειν ἀνέγνω, καὶ πολλοὺς μετέστησε τῇ γνώμῃ, δίκαια καὶ μέτρια Καίσαρος ἀξιοῦν ἀφʼ ὧν ἔγραψε δόξαντος.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme