Thesauros Literature biography Ἀντώνιος

Ἀντώνιος

Ἀντώνιος Plutarch
45.5 τραπόμενοι δὲ πρὸς λάχανα καὶ ῥίζας ὀλίγοις μὲν ἐνετύγχανον τῶν συνήθων, ἀναγκαζόμενοι δὲ πειρᾶσθαι καὶ τῶν ἀγεύστων πρότερον ἥψαντό τινος πόας ἐπὶ θάνατον διὰ μανίας ἀγούσης. ὁ γὰρ φαγὼν οὐδὲν ἐμέμνητο τῶν ἄλλων οὐδὲ ἐγίνωσκεν, ἓν δʼ ἔργον εἶχε, κινεῖν καὶ στρέφειν πάντα λίθον, ὥς τι μεγάλης σπουδῆς ἄξιον διαπραττόμενος.
45.6 ἦν δὲ μεστὸν τὸ πεδίον κεκυφότων χαμᾶζε καὶ τοὺς λίθους περιορυττόντων καὶ μεθιστάντων· τέλος δὲ χολὴν ἐμοῦντες ἔθνησκον, ἐπεὶ καὶ τὸ μόνον ἀντιπαθές, οἶνος, ἐξέλιπε. φθειρομένων δὲ πολλῶν καὶ τῶν Πάρθων οὐκ ἀφισταμένων πολλάκις ἀναφθέγξασθαι τὸν Ἀντώνιον ἱστοροῦσιν, ὦ μύριοι, θαυμάζοντα τοὺς μετὰ Ξενοφῶντος, ὅτι καὶ πλείονα καταβαίνοντες ὁδὸν ἐκ τῆς Βαβυλωνίας καὶ πολλαπλασίοις μαχόμενοι πολεμίοις ἀπεσώθησαν.
46.1 οἱ δὲ Πάρθοι διαπλέξαι μὲν οὐ δυνάμενοι τὸν στρατὸν οὐδὲ διασπάσαι τὴν τάξιν, ἤδη δὲ πολλάκις ἡττημένοι καὶ πεφευγότες, αὖθις εἰρηνικῶς ἀνεμίγνυντο τοῖς ἐπὶ χιλὸν ἢ σῖτον προερχομένοις, καὶ τῶν τόξων τὰς νευρὰς ἐπιδεικνύντες ἀνειμένας, ἔλεγον ὡς αὐτοὶ μὲν ἀπίασιν ὀπίσω καὶ τοῦτο ποιοῦνται πέρας ἀμύνης, ὀλίγοι δὲ Μήδων ἀκολουθήσουσιν ἔτι μιᾶς ἢ δευτέρας ὁδὸν ἡμέρας οὐδὲν παρενοχλοῦντες, ἀλλὰ τὰς ἀπωτέρω κώμας φυλάττοντες.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme