41.5
ἐκδραμόντων δὲ τῶν ψιλῶν ἐπʼ αὐτούς, πολλὰς μὲν διδόντες ἀπὸ τόξων, οὐκ ἐλάττονας δὲ ταῖς μολυβδίσι καὶ τοῖς ἀκοντίοις πληγὰς λαμβάνοντες ἀνεχώρουν· εἶτα ἐπῆγον αὖθις, ἄχρι οὗ συστρέψαντες οἱ Κελτοὶ τοὺς ἵππους ἐνέβαλον καὶ διεσκέδασαν αὐτοὺς οὐκέτι τῆς ἡμέρας ἐκείνης ὑπόδειγμα γενομένους.
42.1
ἐκ τούτου μαθὼν ὁ Ἀντώνιος ὃ ποιεῖν ἔδει, πολλοῖς ἀκοντισταῖς καὶ σφενδονήταις οὐ μόνον τὴν οὐραγίαν, ἀλλὰ καὶ τὰς πλευρὰς ἑκατέρας στομώσας ἐν πλαισίῳ τὸν στρατὸν ἦγε, καὶ τοῖς ἱππόταις εἴρητο προσβάλλοντας τρέπεσθαι, τρεψαμένους δὲ μὴ πόρρω διώκειν, ὥστε τοὺς Πάρθους τὰς ἐφεξῆς τέσσαρας ἡμέρας οὐθὲν πλέον δράσαντας ἢ παθόντας ἀμβλυτέρους γεγονέναι καὶ τὸν χειμῶνα ποιουμένους πρόφασιν ἀπιέναι διανοεῖσθαι.
42.2
τῇ δὲ πέμπτῃ Φλαούϊος Γάλλος, ἀνὴρ πολεμικὸς καὶ δραστήριος ἐφʼ ἡγεμονίας τεταγμένος, ᾔτησεν Ἀντώνιον προσελθὼν πλείονας ψιλοὺς ἀπʼ οὐρᾶς, καὶ τῶν ἀπὸ τοῦ στόματος ἱππέων τινὰς ὡς μέγα κατόρθωμα ποιήσων. δόντος δὲ προσβάλλοντας ἀνέκοπτε τοὺς πολεμίους, οὐχ, ὡς πρότερον, ὑπάγων ἅμα πρὸς τοὺς ὁπλίτας καὶ ἀναχωρῶν, ἀλλὰ ὑφιστάμενος καὶ συμπλεκόμενος παραβολώτερον.
42.3
ὁρῶντες δὲ αὐτὸν οἱ τῆς οὐραγίας ἡγεμόνες ἀπορρηγνύμενον ἐκάλουν πέμποντες· ὁ δὲ οὐκ ἐπείθετο. Τίτιον δέ φασι τὸν ταμίαν καὶ τῶν σημαιῶν ἐπιλαβόμενον στρέφειν ὀπίσω καὶ λοιδορεῖν τὸν Γάλλον ὡς ἀπολλύντα πολλοὺς καὶ ἀγαθοὺς ἄνδρας. ἀντιλοιδοροῦντος δὲ ἐκείνου καὶ διακελευομένου τοῖς περὶ αὑτὸν μένειν, ὁ μὲν Τίτιος ἀπεχώρει· τὸν δὲ Γάλλον ὠθούμενον εἰς τοὺς κατὰ στόμα λανθάνουσι πολλοὶ περισχόντες ἐκ τῶν ὄπισθεν.