Thesauros Literature biography Ἀντώνιος

Ἀντώνιος

Ἀντώνιος Plutarch
32.5 ὁ δὲ Πομπήϊος ἀκούσας καὶ πρὸς αὑτῷ γενόμενος βραχὺν χρόνον, ἔδει σε, φησίν, ὦ Μηνᾶ, τοῦτο ἐμοὶ μὴ προειπόντα ποιῆσαι· νυνὶ δὲ τὰ παρόντα στέργωμεν· ἐπιορκεῖν γὰρ οὐκ ἐμόν. οὗτος μὲν οὖν πάλιν ἀνθεστιαθεὶς ὑπʼ ἀμφοτέρων εἰς τὴν Σικελίαν ἀπέπλευσεν.
33.1 Ἀντώνιος δὲ μετὰ τὰς διαλύσεις Οὐεντίδιον μὲν εἰς Ἀσίαν προὔπεμπε Πάρθοις ἐμποδὼν ἐσόμενον τοῦ πρόσω χωρεῖν, αὐτὸς δὲ Καίσαρι χαριζόμενος ἱερεὺς ἀπεδείχθη τοῦ προτέρου Καίσαρος· καὶ τἆλλα κοινῶς καὶ φιλικῶς ἐν τοῖς πολιτικοῖς καὶ μεγίστοις ἔπραττον. αἱ δὲ περὶ τὰς παιδιὰς ἅμιλλαι τὸν Ἀντώνιον ἐλύπουν ἀεὶ τοῦ Καίσαρος ἔλαττον φερόμενον.
33.2 ἦν γάρ τις ἀνὴρ σὺν αὐτῷ μαντικὸς ἀπʼ Αἰγύπτου τῶν τὰς γενέσεις ἐπισκοπούντων, ὃς εἴτε Κλεοπάτρᾳ χαριζόμενος εἴτε χρώμενος ἀληθείᾳ πρὸς τὸν Ἀντώνιον ἐπαρρησιάζετο, λέγων τὴν τύχην αὐτοῦ λαμπροτάτην οὖσαν καὶ μεγίστην ὑπὸ τῆς Καίσαρος ἀμαυροῦσθαι, καὶ συνεβούλευε πορρωτάτω τοῦ νεανίσκου ποιεῖν ἑαυτόν. ὁ γὰρ σός, ἔφη, δαίμων τὸν τούτου φοβεῖται· καὶ γαῦρος ὢν καὶ ὑψηλὸς ὅταν ᾖ καθʼ ἑαυτόν, ὑπʼ ἐκείνου γίνεται ταπεινότερος ἐγγίσαντος καὶ ἀγεννέστερος.
33.3 καὶ μέντοι τὰ γινόμενα τῷ Αἰγυπτίῳ μαρτυρεῖν ἐδόκει. λέγεται γὰρ ὅτι κληρουμένων μετὰ παιδιᾶς ἐφʼ ὅτῳ τύχοιεν ἑκάστοτε καὶ κυβευόντων ἔλαττον ἔχων ὁ Ἀντώνιος ἀπῄει. πολλάκις δὲ συμβαλόντων ἀλεκτρυόνας, πολλάκις δὲ μαχίμους ὄρτυγας, ἐνίκων οἱ Καίσαρος. ἐφʼ οἷς ἀνιώμενος ἀδήλως ὁ Ἀντώνιος καὶ μᾶλλόν τι τῷ Αἰγυπτίῳ προσέχων, ἀπῆρεν ἐκ τῆς Ἰταλίας, ἐγχειρίσας Καίσαρι τὰ οἰκεῖα· τὴν δὲ Ὀκταουίαν ἄχρι τῆς Ἑλλάδος ἐπήγετο θυγατρίου γεγονότος αὐτοῖς.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme