Thesauros Literature biography Ἀντώνιος

Ἀντώνιος

Ἀντώνιος Plutarch
29.4 ἐμβάντων δὲ πολλῶν εἰς τὰς ἁλιάδας καὶ τοῦ Ἀντωνίου τὴν ὁρμιὰν καθέντος, ἐκέλευσέ τινα τῶν αὑτῆς ὑποφθάσαντα καὶ προσνηξάμενον τῷ ἀγκίστρῳ περιπεῖραι Ποντικὸν τάριχος. ὡς δὲ ἔχειν πεισθεὶς ὁ Ἀντώνιος ἀνεῖλκε, γέλωτος, οἷον εἰκός, γενομένου, παράδος ἡμῖν, ἔφη, τὸν κάλαμον, αὐτόκρατορ, τοῖς Φαρίταις καὶ Κανωβίταις ἁλιεῦσιν· ἁλιεῦσιν Bekker, after Hü llman: βασιλεῦσιν. ἡ δὲ σὴ θήρα πόλεις εἰσὶ καὶ βασιλεῖαι καὶ ἤπειροι.
30.1 τοιαῦτα ληροῦντα καὶ μειρακιευόμενον τὸν Ἀντώνιον ἀγγελίαι δύο καταλαμβάνουσιν, ἡ μὲν ἀπὸ Ῥώμης, Λεύκιον τὸν ἀδελφὸν αὐτοῦ καὶ Φουλβίαν τὴν γυναῖκα πρῶτον ἀλλήλοις στασιάσαντας, εἶτα Καίσαρι πολεμήσαντας, ἀποβεβληκέναι τὰ πράγματα καὶ φεύγειν ἐξ Ἰταλίας, ἑτέρα δὲ ταύτης οὐδὲν ἐπιεικεστέρα, Λαβιηνὸν ἐπάγοντα Πάρθους τὴν ἀπʼ Εὐφράτου καὶ Συρίας ἄχρι Λυδίας καὶ Ἰωνίας Ἀσίαν καταστρέφεσθαι.
30.2 μόλις οὖν ὥσπερ ἐξυπνισθεὶς καὶ ἀποκραιπαλήσας ὥρμησε μὲν Πάρθοις ἐνίστασθαι καὶ μέχρι Φοινίκης προῆλθε, Φουλβίας δὲ γράμματα θρήνων μεστὰ πεμπούσης ἐπέστρεψεν εἰς τὴν Ἰταλίαν, ἄγων ναῦς διακοσίας. ἀναλαβὼν δὲ κατὰ πλοῦν τῶν φίλων τοὺς πεφευγότας ἐπυνθάνετο τοῦ πολέμου τὴν Φουλβίαν αἰτίαν γεγονέναι, φύσει μὲν οὖσαν πολυπράγμονα καὶ θρασεῖαν, ἐλπίζουσαν δὲ τῆς Κλεοπάτρας ἀπάξειν τὸν Ἀντώνιον εἴ τι γένοιτο κίνημα περὶ τὴν Ἰταλίαν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme