Thesauros Literature biography Δημήτριος

Δημήτριος

Δημήτριος Plutarch
8.3 ἔπλει δὲ Δημήτριος ἔχων ἀργυρίου πεντακισχίλια τάλαντα καὶ στόλον νεῶν πεντήκοντα καὶ διακοσίων ἐπὶ τὰς Ἀθήνας, τὸ μὲν ἄστυ Δημητρίου τοῦ Φαληρέως Κασάνδρῳ διοικοῦντος, ἐν δὲ τῇ Μουνυχίᾳ φρουρᾶς καθεστώσης. εὐτυχίᾳ δὲ ἅμα καὶ προνοίᾳ χρησάμενος ἐπεφαίνετο τῷ Πειραιεῖ πέμπτῃ φθίνοντος Θαργηλιῶνος,
8.4 προαισθομένου μὲν οὐδενός, ἐπεὶ δὲ ὤφθη πλησίον ὁ στόλος, ἁπάντων ὡς Πτολεμαϊκὰς τὰς ναῦς ὑποδέχεσθαι παρασκευαζομένων, ὀψὲ συμφρονήσαντες ἐβοήθουν οἱ στρατηγοί, καὶ θόρυβος ἦν, οἷον εἰκὸς ἐν ἀπροσδοκήτῳ πολεμίους ἀποβαίνοντας ἀναγκαζομένων ἀμύνεσθαι. τοῖς γὰρ στόμασι τῶν λιμένων ἀκλείστοις ἐπιτυχὼν ὁ Δημήτριος καὶ διεξελάσας ἐντὸς ἦν ἤδη καταφανὴς πᾶσι, καὶ διεσήμηνεν ἀπὸ τῆς νεὼς αἴτησιν ἡσυχίας καὶ σιωπῆς.
8.5 γενομένου δὲ τούτου κήρυκα παραστησάμενος ἀνεῖπεν ὅτι πέμψειεν αὐτὸν ὁ πατὴρ ἀγαθῇ τύχῃ τοὺς Ἀθηναίους τοὺς Ἀθηναίους Sintenis and Ziegler: Ἀθηναίους. ἐλευθερώσοντα καὶ τὴν φρουρὰν ἐκβαλοῦντα καὶ τοὺς νόμους αὐτοῖς καὶ τὴν πάτριον ἀποδώσοντα πολιτείαν.
9.1 ἀναρρηθέντων δὲ τούτων οἱ μὲν πολλοὶ παραχρῆμα τὰς ἀσπίδας θέμενοι πρὸ τῶν ποδῶν ἀνεκρότησαν καὶ βοῶντες ἐκέλευον ἀποβαίνειν τὸν Δημήτριον, εὐεργέτην καὶ σωτῆρα προσαγορεύοντες· οἱ δὲ περὶ τὸν Φαληρέα πάντως μὲν ᾤοντο δεῖν δέχεσθαι τὸν κρατοῦντα, κἂν μηδὲν ὧν ἐπαγγέλλεται μέλλῃ βεβαιοῦν, ὅμως δὲ πρέσβεις δεομένους δεομένους Bekker has δεησομένους, after Coraës. ἀπέστειλαν, οἷς ὁ Δημήτριος ἐντυχὼν φιλανθρώπως συνέπεμψε παρʼ ἑαυτοῦ τῶν πατρῴων φίλων τὸν Μιλήσιον Ἀριστόδημον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme