53.4
ἀπέλιπε δὲ γενεὰν ὁ Δημήτριος Ἀντίγονον μὲν ἐκ Φίλας καὶ Στρατονίκην, δύο δὲ Δημητρίους, τὸν μὲν Λεπτόν, ἐξ Ἰλλυρίδος γυναικός, τὸν δὲ ἄρξαντα Κυρήνης ἐκ Πτολεμαΐδος, ἐκ δὲ Δηϊδαμείας Ἀλέξανδρον, ὃς ἐν Αἰγύπτῳ κατεβίωσε. λέγεται δὲ καὶ Κόρραγον υἱὸν ἐξ Εὐρυδίκης αὐτῷ γενέσθαι. κατέβη δὲ ταῖς διαδοχαῖς τὸ γένος αὐτοῦ βασιλεῦον εἰς Περσέα τελευταῖον, ἐφʼ οὗ Ῥωμαῖοι Μακεδονίαν ὑπηγάγοντο. διηγωνισμένου δὲ τοῦ Μακεδονικοῦ δράματος ὥρα τὸ Ῥωμαϊκὸν ἐπεισαγαγεῖν.