Thesauros Literature biography Δημήτριος

Δημήτριος

Δημήτριος Plutarch
53.1 ἔσχε μέντοι καὶ τὰ περὶ τὴν ταφὴν αὐτοῦ τραγικήν τινα καὶ θεατρικὴν διάθεσιν. ὁ γὰρ υἱὸς Ἀντίγονος, ὡς ᾔσθετο τὰ λείψανα κομιζόμενα, πάσαις ἀναχθεὶς ταῖς ναυσὶν ἐπὶ νήσων ἀπήντησε· καὶ δεξάμενος εἰς τὴν μεγίστην τῶν ναυαρχίδων ἔθετο τὴν ὑδρίαν χρυσήλατον οὖσαν.
53.2 αἱ δὲ πόλεις αἷς προσεῖχον, τοῦτο μὲν στεφάνους ἐπέφερον τῇ ὑδρίᾳ, τοῦτο δὲ ἄνδρας ἐν σχήματι πενθίμῳ συνθάψοντας καὶ συμπαραπέμψοντας ἀπέστελλον. εἰς δὲ Κόρινθον τοῦ στόλου καταπλέοντος ἥ τε κάλπις ἐκ πρύμνης περιφανὴς ἑωρᾶτο πορφύρᾳ βασιλικῇ καὶ διαδήματι κεκοσμημένη, καὶ παρειστήκεισαν ἐν ὅπλοις νεανίσκοι δορυφοροῦντες. ὁ δὲ τῶν τότε αὐλητῶν ἐλλογιμώτατος Ξενόφαντος ἐγγὺς καθεζόμενος προσηύλει τῶν μελῶν τὸ ἱερώτατον·
53.3 καὶ πρὸς τοῦτο τῆς εἰρεσίας ἀναφερομένης μετὰ ῥυθμοῦ τινος, ἀπήντα ψόφος, ὥσπερ ἐν κοπετῷ, ταῖς τῶν αὐλημάτων περιόδοις· τὸν δὲ πλεῖστον οἶκτον καὶ ὀλοφυρμὸν αὐτὸς ὁ Ἀντίγονος τοῖς ἠθροισμένοις ἐπὶ τὴν θάλασσαν ὀφθεὶς ταπεινὸς καὶ δεδακρυμένος παρέσχεν. ἐπενεχθεισῶν δὲ τιμῶν καὶ στεφάνων περὶ Κόρινθον εἰς Δημητριάδα κομίσας ἔθηκε τὰ λείψανα, πόλιν ἐπώνυμον ἐκείνου, συνοικισθεῖσαν ἐκ μικρῶν τῶν περὶ τὴν Ἰωλκὸν πολιχνίων.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme