Thesauros Literature biography Δημήτριος

Δημήτριος

Δημήτριος Plutarch
46.5 ἑπομένου δὲ Ἀγαθοκλέους ἐν ταῖς συμπλοκαῖς περιῆν, ἐπισιτισμοῦ δὲ καὶ προνομῶν εἰργόμενος ἠπορεῖτο, καὶ τοῖς στρατιώταις δι’ ὑποψίας ἦν ὡς ἐπʼ Ἀρμενίαν καὶ Μηδίαν ἐκτοπίζων. ἅμα δὲ μᾶλλον ὁ λιμὸς ἐπέτεινε, καὶ διαμαρτία τις γενομένη περὶ τὴν τοῦ Λύκου διάβασιν πλῆθος ἀνθρώπων ἁρπασθὲν ὑπὸ τοῦ ῥεύματος ἀπώλεσεν. ὅμως δὲ τοῦ σκώπτειν οὐκ ἀπείχοντο· προγράφει δέ τις αὐτοῦ πρὸ τῆς σκηνῆς τὴν τοῦ ΟἰδίποδοςSophocles, Oedipus Coloneus, 1 f. (Ἀντιγόνη). ἀρχὴν μικρὸν παραλλάξας· τέκνον τυφλοῦ γέροντος Ἀντιγόνου· τίνας χώρους ἀφίγμεθα;
47.1 τέλος δὲ καὶ νόσου τῷ λιμῷ συνεπιτιθεμένης, ὥσπερ εἴωθεν, ἐπὶ βρώσεις ἀναγκαίας τρεπομένων, τοὺς πάντας οὐκ ἐλάσσονας ὀκτακισχιλίων ἀποβαλὼν ἀνῆγεν ὀπίσω τοὺς λοιπούς· καὶ καταβὰς εἰς Ταρσὸν ἐβούλετο μὲν ἀπέχεσθαι τῆς χώρας, οὔσης ὑπὸ Σελεύκῳ τότε, καὶ πρόφασιν ἐκείνῳ μηδεμίαν παρασχεῖν,
47.2 ὡς δὲ ἦν ἀμήχανον, ἐν ταῖς ἐσχάταις ὄντων ἀπορίαις τῶν στρατιωτῶν, καὶ τοῦ Ταύρου τὰς ὑπερβολὰς Ἀγαθοκλῆς ἀπετείχισε, γράφει πρὸς Σέλευκον ἐπιστολὴν μακρόν τινα τῆς αὑτοῦ τύχης ὀδυρμόν, εἶτα πολλὴν ἱκεσίαν καὶ δέησιν ἔχουσαν ἀνδρὸς οἰκείου λαβεῖν οἶκτον, ἄξια καὶ πολεμίοις συναλγῆσαι πεπονθότος. Ἐπικλασθέντος δέ πως Σελεύκου, καὶ γράψαντος τοῖς ἐκεῖ στρατηγοῖς ὅπως αὐτῷ τε τῷ Δημητρίῳ χορηγίαν βασιλικὴν καὶ τῇ δυνάμει τροφὴν ἄφθονον παρέχωσιν,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme