44.6
τέλος δὲ τῷ Δημητρίῳ τολμήσαντές τινες προσελθεῖν ἐκέλευον ἀπιέναι καὶ σώζειν αὑτόν· ἀπειρηκέναι γὰρ ἤδη Μακεδόνας ὑπὲρ τῆς ἐκείνου τρυφῆς πολεμοῦντας. οὗτοι μετριώτατοι τῶν λόγων ἐφαίνοντο τῷ Δημητρίῳ πρὸς τὴν τῶν ἄλλων τραχύτητα· καὶ παρελθὼν ἐπὶ σκηνήν, ὥσπερ οὐ βασιλεύς, ἀλλʼ ὑποκριτής, μεταμφιέννυται χλαμύδα φαιὰν ἀντὶ τῆς τραγικῆς ἐκείνης, καὶ διαλαθὼν ὑπεχώρησεν.
44.7
ὁρμησάντων δὲ τῶν πλείστων εὐθὺς ἐφʼ ἁρπαγὴν καὶ πρὸς ἀλλήλους διαμαχομένων καὶ τὴν σκηνὴν διασπώντων, ἐπιφανεὶς ὁ Πύρρος ἐκράτησεν αὐτοβοεὶ καὶ κατέσχε τὸ στρατόπεδον. καὶ γίνεται πρὸς Λυσίμαχον αὐτῷ συμπάσης Μακεδονίας νέμησις, ἑπταετίαν ὑπὸ Δημητρίου βεβαίως ἀρχθείσης.
45.1
οὕτω δὲ τοῦ Δημητρίου τῶν πραγμάτων ἐκπεσόντος καὶ καταφυγόντος εἰς Κασάνδρειαν, ἡ γυνὴ Φίλα περιπαθὴς γενομένη προσιδεῖν μὲν οὐχ ὑπέμεινεν αὖθις ἰδιώτην καὶ φυγάδα τὸν τλημονέστατον βασιλέων Δημήτριον, ἀπειπαμένη δὲ πᾶσαν ἐλπίδα καὶ μισήσασα τὴν τύχην αὐτοῦ βεβαιοτέραν ἐν τοῖς κακοῖς οὖσαν ἢ τοῖς ἀγαθοῖς, πιοῦσα φάρμακον ἀπέθανε. Δημήτριος δὲ ἔτι τῶν λοιπῶν ναυαγίων ἔχεσθαι διανοηθεὶς ἀπῆρεν εἰς τὴν Ἑλλάδα καὶ τοὺς ἐκεῖ στρατηγοὺς καὶ φίλους συνῆγεν.