Thesauros Literature biography Δημήτριος

Δημήτριος

Δημήτριος Plutarch
30.2 φοβηθεὶς τοὺς στρατιώτας μὴ τοῦτο ποιήσωσιν, ἀνέστη διὰ ταχέων, καὶ τὸν πλοῦν ἐπὶ τῆς Ἑλλάδος ἐποιεῖτο, τῶν λοιπῶν ἐλπίδων ἐν Ἀθηναίοις ἔχων τὰς μεγίστας. καὶ γὰρ καὶ ναῦς καὶ ναῦς Ziegler, with all the MSS. but one: ναῦς. ἐκεῖ καὶ χρήματα καὶ γυναῖκα Δηϊδάμειαν ἐτύγχανε καταλελοιπώς, καὶ βεβαιοτέραν οὐκ ἐνόμιζε καταφυγὴν εἶναι τοῖς πράγμασι τῆς Ἀθηναίων εὐνοίας.
30.3 ὅθεν ἐπεὶ γενομένῳ περὶ τὰς Κυκλάδας αὐτῷ πρέσβεις Ἀθηναίων ἀπήντησαν ἀπέχεσθαι τῆς πόλεως παρακαλοῦντες, ὡς ἐψηφισμένου τοῦ δήμου μηδένα δέχεσθαι τῇ πόλει τῶν βασιλέων, τὴν δὲ Δηϊδάμειαν εἰς Μέγαρα ἐξέπεμψαν μετὰ τιμῆς καὶ πομπῆς πρεπούσης, τοῦ καθεστηκότος ἐξέστη δι’ ὀργὴν αὐτοῦ, καίπερ ἐνηνοχὼς ῥᾷστα τὴν ἄλλην ἀτυχίαν καὶ γεγονὼς ἐν τοιαύτῃ μεταβολῇ πραγμάτων οὐ ταπεινὸς οὐδʼ ἀγεννής.
30.4 ἀλλὰ τὸ παρʼ ἐλπίδα διεψεῦσθαι τῶν Ἀθηναίων καὶ τὴν δοκοῦσαν εὔνοιαν ἐξεληλέγχθαι τοῖς πράγμασι κενὴν καὶ πεπλασμένην οὖσαν ὀδυνηρὸν ἦν αὐτῷ. τὸ γὰρ φαυλότατον, ὡς ἔοικεν, εὐνοίας ὄχλων βασιλεῦσι καὶ δυνάσταις τεκμήριόν ἐστιν ὑπερβολὴ τιμῶν, ἧς ἐν τῇ προαιρέσει τῶν ἀποδιδόντων ἐχούσης τὸ καλὸν ἀφαιρεῖ τὴν πίστιν ὁ φόβος· τὰ γὰρ αὐτὰ καὶ δεδιότες ψηφίζονται καὶ φιλοῦντες.
30.5 διόπερ οἱ νοῦν ἔχοντες οὐκ εἰς ἀνδριάντας οὐδὲ γραφὰς οὐδὲ ἀποθεώσεις, ἀλλὰ μᾶλλον εἰς τὰ ἔργα καὶ τὰς πράξεις τὰς ἑαυτῶν ἀποβλέποντες ἢ πιστεύουσιν, ὡς τιμαῖς, ἢ ἀπιστοῦσιν, ὡς ἀνάγκαις· ὡς οἵ γε δῆμοι πολλάκις ἐν αὐταῖς μάλιστα ταῖς τιμαῖς μισοῦσι τοὺς ἀμέτρως καὶ ὑπερόγκως καὶ παρʼ ἀκόντων λαμβάνοντας.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme