24.5
εἰπόντος δέ τινος τῶν καλῶν κἀγαθῶν ἀνδρῶν μαίνεσθαι τὸν Στρατοκλέα τοιαῦτα γράφοντα, Δημοχάρης ὁ Λευκονοεὺς μαίνοιτο μέντἄν, εἶπεν, εἰ μὴ μαίνοιτο. πολλὰ γὰρ ὁ Στρατοκλῆς ὠφελεῖτο διὰ τὴν κολακείαν. ὁ δὲ Δημοχάρης ἐπὶ τούτῳ διαβληθεὶς ἐφυγαδεύθη. τοιαῦτα ἔπραττον Ἀθηναῖοι φρουρᾶς ἀπηλλάχθαι καὶ τὴν ἐλευθερίαν ἔχειν δοκοῦντες.
25.1
Δημήτριος δὲ παρελθὼν εἰς Πελοπόννησον, οὐδενὸς ὑφισταμένου τῶν ἐναντίων, ἀλλὰ φευγόντων καὶ προϊεμένων τὰς πόλεις, προσηγάγετο τήν τε καλουμένην Ἀκτὴν καὶ Ἀρκαδίαν, πλὴν Μαντινείας, καὶ Ἄργος καὶ Σικυῶνα καὶ Κόρινθον ἐλύσατο τάλαντα δοὺς ἑκατὸν τοῖς φρουροῦσιν.
25.2
ἐν Ἄργει μὲν οὖν τῆς τῶν Ἡραίων ἑορτῆς καθηκούσης, ἀγωνοθετῶν καὶ συμπανηγυρίζων τοῖς Ἕλλησιν, ἔγημε τὴν Αἰακίδου θυγατέρα, τοῦ Μολοττῶν βασιλέως, ἀδελφὴν δὲ Πύρρου, Δηϊδάμειαν. Σικυωνίους δὲ φήσας παρὰ τὴν πόλιν οἰκεῖν τὴν πόλιν, ἔπεισεν οὗ νῦν οἰκοῦσι μετοικίσασθαι· τῷ δὲ τόπῳ καὶ τοὔνομα τὴν πόλιν συμμεταβαλοῦσαν ἀντὶ Σικυῶνος Δημητριάδα προσηγόρευσεν.
25.3
ἐν δὲ Ἰσθμῷ κοινοῦ συνεδρίου γενομένου καὶ πολλῶν ἀνθρώπων συνελθόντων, ἡγεμὼν ἀνηγορεύθη τῆς Ἑλλάδος, ὡς πρότερον οἱ περὶ Φίλιππον καὶ Ἀλέξανδρον· ὧν ἐκεῖνος οὐ παρὰ μικρὸν ἐνόμιζεν ἑαυτὸν εἶναι βελτίονα, τῇ τύχῃ τῇ παρούσῃ καὶ τῇ δυνάμει τῶν πραγμάτων ἐπαιρόμενος. Ἀλέξανδρος γοῦν οὐδένα τῶν ἄλλων βασιλέων ἀπεστέρησε τῆς ὁμωνυμίας, οὐδὲ αὑτὸν ἀνεῖπε βασιλέων βασιλέα, καίτοι πολλοῖς τὸ καλεῖσθαι καὶ εἶναι βασιλέας αὐτὸς δεδωκώς·