Thesauros Literature biography Δημήτριος

Δημήτριος

Δημήτριος Plutarch
19.2 ἐδόκει γὰρ αὐτὸν Ἀντίγονον ἀγωνίζεσθαι μετὰ τῆς στρατιᾶς ἁπάσης δίαυλον εὐρώστως καὶ ταχὺ τὸ πρῶτον, εἶτα κατὰ μικρὸν ἐνδιδόναι τὴν δύναμιν αὐτῷ· καὶ τέλος, ὡς ἔκαμψεν, ἀσθενῆ γενόμενον καὶ μεστὸν ἄσθματος οὐ ῥᾳδίως ἀναφέρειν. αὐτός τε οὖν ἐντυχὼν κατὰ γῆν πολλαῖς ἀπορίαις, καὶ Δημητρίου χειμῶνι μεγάλῳ καὶ κλύδωνι κινδυνεύσαντος εἰς τόπους ἀλιμένους καὶ χαλεποὺς ἐκριφῆναι, πολλὰς δὲ τῶν νεῶν ἀπολέσαντος, ἐπανῆλθεν ἄπρακτος.
19.3 ἦν δὲ τότε μικρὸν ἀπολείποντα γεγονὼς ἔτη ὀγδοήκοντα, ὀγδοήκοντα MSS. and most editors: τῶν ὀγδοήκοντα. μεγέθει δὲ καὶ βαρύτητι σώματος μᾶλλον ἢ διὰ τὸ γῆρας ἐπὶ τὰς στρατείας γεγονὼς δυσπαρακόμιστος ἐχρῆτο τῷ παιδὶ καὶ δι’ ἐυτυχίαν καὶ δι’ ἐμπειρίαν ἤδη τὰ μέγιστα καλῶς διοικοῦντι, τρυφὰς δὲ καὶ πολυτελείας καὶ πότους αὐτοῦ μὴ βαρυνόμενος. εἰρήνης γὰρ οὔσης ἀφύβριζεν εἰς ταῦτα καὶ σχολάζων ἐχρῆτο πρὸς τὰς ἡδονὰς ἀνειμένως αὑτῷ καὶ κατακόρως, ἐν δὲ τοῖς πολέμοις ὡς οἱ φύσει σώφρονες ἔνηφε.
19.4 λέγεται δὲ τῆς Λαμίας ἀναφανδὸν ἤδη κρατούσης, τὸν Ἀντίγονον ὑπὸ τοῦ Δημητρίου καταφιλούμενον ἥκοντος ἀπὸ ξένης εἰπεῖν ἅμα γελῶντα, δοκεῖς Λαμιαν, ὦ παῖ, καταφιλεῖν. πάλιν δέ ποτε πλείονας ἡμέρας ἐν πότοις γενομένου, καὶ πρόφασιν λέγοντος ὡς ῥεῦμα διοχλήσειεν αὐτόν, ἐπυθόμην, φάναι τὸν Ἀντίγονον, ἀλλὰ πότερον Θάσιον ἢ Χῖον ἦν τὸ ῥεῦμα;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme