Thesauros Literature biography Δημήτριος

Δημήτριος

Δημήτριος Plutarch
17.3 αὐτὸς ἐμβὰς εἰς τὸ ἐφόλκιον ἐξῆλθε μόνος καὶ πρὸς τὸν Ἀντίγονον ἀνέβαινε, μετέωρον ὄντα τῇ προσδοκίᾳ τῆς μάχης καὶ διακείμενον ὡς εἰκός ἐστι διακεῖσθαι τοὺς περὶ πραγμάτων τηλικούτων ἀγωνιῶντας. τότε γε μὴν ἀκούσας ἐκεῖνον ἥκειν ἔτι μᾶλλον ἢ πρότερον ἔσχε ταραχωδῶς, καὶ μόλις μὲν αὑτὸν οἴκοι κατεῖχεν, ἄλλους δʼ ἐπʼ ἄλλοις ἔπεμπεν ὑπηρέτας καὶ φίλους πευσομένους τοῦ Ἀριστοδήμου περὶ τῶν γεγονότων.
17.4 ἀποκρινομένου δὲ μηδὲν αὐτοῦ μηδενί, βάδην δὲ καὶ συνεστῶτι τῷ προσώπῳ μετὰ πολλῆς σιωπῆς προσιόντος, ἐκπλαγεὶς κομιδῆ καὶ μηκέτι καρτερῶν ὁ Ἀντίγονος ἐπὶ τὰς θύρας ἀπήντησε, πολλοῦ παραπέμποντος ἤδη τὸν Ἀριστόδημον ὄχλου καὶ συντρέχοντος ἐπὶ τὸ βασίλειον.
17.5 ὡς οὖν ἐγγὺς ἦλθεν, ἐκτείνας τὴν δεξιὰν ἀνεβόησε μεγάλῃ τῇ φωνῇ χαῖρε, βασιλεῦ Ἀντίγονε, νικῶμεν Πτολεμαῖον ναυμαχίᾳ καὶ Κύπρον ἔχομεν καὶ στρατιώτας αἰχμαλώτους μυρίους ἑξακισχιλίους ὀκτακοσίους. ὁ δὲ Ἀντίγονος, καὶ σύ, νὴ Δία, χαῖρε, εἶπεν· οὕτω δὲ ἡμᾶς βασανίσας δίκην ὑφέξεις· βράδιον γὰρ ἀπολήψῃ τὸ εὐαγγέλιον.
18.1 ἐκ τούτου πρῶτον ἀνεφώνησε τὸ πλῆθος Ἀντίγονον καὶ Δημήτριον βασιλέας. Ἀντίγονον μὲν οὖν εὐθὺς ἀνέδησαν οἱ φίλοι, Δημητρίῳ δὲ ὁ πατὴρ ἔπεμψε διάδημα καὶ γράφων ἐπιστολὴν βασιλέα προσεῖπεν. οἱ δʼ ἐν Αἰγύπτῳ τούτων ἀπαγγελλομένων καὶ αὐτοὶ βασιλέα τὸν Πτολεμαῖον ἀνηγόρευσαν, ὡς μὴ δοκεῖν τοῦ φρονήματος ὑφίεσθαι διὰ τὴν ἧτταν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme