Thesauros Literature biography Cicero

Cicero

Cicero Plutarch
5.3 λέγεται δὲ καὶ αὐτὸς οὐδὲν ἧττον νοσήσας τοῦ Δημοσθένους πρὸς τὴν ὑπόκρισιν, τοῦτο μὲν Ῥωσκίῳ τῷ κωμῳδῷ, τοῦτο δʼ Αἰσώπῳ τῷ τραγῳδῷ προσέχειν ἐπιμελῶς. τόν δʼ Αἴσωπον τοῦτον ἱστοροῦσιν ὑποκρινόμενον ἐν θεάτρῳ τόν περὶ τῆς τιμωρίας τοῦ Θυέστου βουλευόμενον Ἀτρέα, τῶν ὑπηρετῶν τινος ἄφνω παραδραμόντος, ἔξω τῶν ἑαυτοῦ λογισμῶν διὰ τὸ πάθος ὄντα τῷ σκήπτρῳ πατάξαι καὶ ἀνελεῖν.
5.4 οὐ μικρὰ δὲ πρὸς τὸ πείθειν ὑπῆρχεν ἐκ τοῦ ὑποκρίνεσθαι ῥοπὴ τῷ Κικέρωνι. καὶ τούς γε τῷ βοᾶν μεγάλα χρωμένουςμεγάλα χρωμένους MSS., Sintenis1, and Bekker; Sintenis2 adopts Cobet’sμεγαλαυχουμένους (boasting loudly of);μεγάλα βοᾶν χρωμένους Graux with Ma ῥήτορας ἐπισκώπτων ἔλεγε διʼ ἀσθένειαν ἐπὶ τὴν κραυγὴν ὥσπερ χωλοὺς ἐφʼ ἵππον πηδᾶν. ἡ δὲ περὶ τὰ σκώμματα καὶ τὴν παιδιὰν ταύτην εὐτραπελία δικανικὸν μὲν ἐδόκει καὶ γλαφυρὸν, χρώμενος δʼ αὐτῇ κατακόρως πολλοὺς ἐλύπει καὶ κακοηθείας ἐλάμβανε δόξαν.
6.1 ἀποδειχθεὶς δὲ ταμίας ἐν σιτοδείᾳ καὶ λαχὼν Σικελίαν ἠνώχλησε τοῖς ἀνθρώποις ἐν ἀρχῇ σῖτον εἰς Ῥώμην ἀποστέλλειν ἀναγκαζομένοις. ὕστερον δὲ τῆς ἐπιμελείας καὶ δικαιοσύνης καὶ πρᾳότητος αὐτοῦ πεῖραν λαμβάνοντες ὡς οὐδένα τῶν πώποθʼ ἡγεμόνων ἐτίμησαν.
6.2 ἐπεὶ δὲ πολλοὶ τῶν ἀπὸ Ῥώμης νέων ἔνδοξοι καὶ γεγονότες καλῶς, αἰτίαν ἔχοντες ἀταξίας καὶ μαλακίας περὶ τὸν πόλεμον, ἀνεπέμφθησαν ἐπὶ τὸν στρατηγὸν τῆς Σικελίας, συνεῖπεν αὐτοῖς ὁ Κικέρων ἐπιφανῶς καὶ περιεποίησεν. ἐπὶ τούτοις οὖν μέγα φρονῶν εἰς Ῥώμην βαδίζων γελοῖόν τι παθεῖν φησι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme