Thesauros Literature biography Cicero

Cicero

Cicero Plutarch
47.3 ὁ μὲν οὖν Κόιντος οὐ πολλαῖς ὕστερον ἡμέραις ὑπὸ τῶν οἰκετῶν προδοθεὶς τοῖς ζητοῦσιν ἀνῃρέθη μετὰ τοῦ παιδός. ὁ δὲ Κικέρων εἷς Ἄστυρα κομισθεὶς καὶ πλοῖον εὑρών εὐθὺς ἐνέβη καὶ παρέπλευσεν ἄχρι Κιρκαίου, πνεύματι χρώμενος. ἐκεῖθεν δὲ βουλομένων εὐθὺς αἴρειν τῶν κυβερνητῶν, εἴτε δείσας τὴν θάλασσαν εἴτʼ οὔπω παντάπασι τὴν Καίσαρος ἀπεγνωκὼς πίστιν, ἀπέβη καὶ παρῆλθε πεζῇ σταδίους ἑκατὸν ὡς εἷς Ῥώμην πορευόμενος.
47.4 αὖθις δʼ ἀλύων καὶ μεταβαλλόμενος κατῄει πρὸς θάλασσαν εἷς Ἄστυρα. κἀκεῖ διενυκτέρευσεν ἐπὶ δεινῶν καὶ ἀπόρων λογισμῶν, ὥστε καὶ παρελθεῖν εἷς τὴν Καίσαρος οἰκίαν διενοήθη κρύφα καὶ σφάξας ἑαυτὸν ἐπὶ τῆς ἑστίας ἀλάστορα προσβαλεῖν. ἀλλὰ καὶ ταύτης αὐτὸν ἀπέκρουσε τῆς ὁδοῦ δέος βασάνων καὶ πολλὰπολλὰ Graux, after Coraës: τἆλλα. ταραχώδη καὶ παλίντροπα βουλεύματα τῆς γνώμης μεταλαμβάνων παρέδωκε τοῖς οἰκέταις ἑαυτὸν εἷς ΚαιήτηνΚαιήτη Coraës and Bekker, after Wyttenbach;Καιήτας Sintenis (in notes), and Graux;Καπίτας MSS. κατὰ πλοῦν κομίζειν, ἔχων ἐκεῖ χωρία καὶ καταφυγὴν ὥρᾳ θέρους φιλάνθρωπον, ὅταν ἥδιστον οἱ ἐτησίαι καταπνέωσιν.
47.5 ἔχει δʼ ὁ τόπος καὶ ναὸν Ἀπόλλωνος μικρὸν ὑπὲρ τῆς θαλάττης. ἐντεῦθεν ἀρθέντες ἀθρόοι κόρακες ὑπὸ κλαγγῆς προσεφέροντο τῷ πλοίῳ τοῦ Κικέρωνος ἐπὶ γῆν ἐρεσσομένῳ· καὶ καθίσαντες ἐπὶ τὴν κεραίαν ἑκατέρωθεν οἱ μὲν ἐβόων, οἱ δʼ ἔκοπτον τὰς τῶν μηρυμάτων ἀρχάς, καὶ πᾶσιν ἐδόκει τὸ σημεῖον εἶναι πονηρόν. ἀπέβη δʼ οὖν ὁ Κικέρων, καὶ παρελθὼν εἷς τὴν ἔπαυλιν ὡς ἀναπαυσόμενος κατεκλίθη.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme