Thesauros Literature biography Cicero

Cicero

Cicero Plutarch
41.5 γήμαντι δʼ αὐτῷ μετʼ οὐ πολὺν χρόνον ἡ θυγάτηρ ἀπέθανε τίκτουσα παρὰ Λέντλῳ· τούτῳ γὰρ ἐγαμήθη μετὰ τὴν Πείσωνος τοῦ προτέρου ἀνδρὸς τελευτήν. καὶ συνῆλθον μὲν ἐπὶ τὴν παραμυθίαν τῷ Κικέρωνι πανταχόθεν οἱ φίλοι·φίλοι Graux, after Volkmann:φιλόσοφοι. βαρέως δʼ ἄγαν ἤνεγκε τὸ συμβεβηκός, ὥστε καὶ τὴν γαμηθεῖσαν ἀποπέμψασθαι δόξασαν ἡσθῆναι τῇ τελευτῇ τῆς Τυλλίας.
42.1 τὰ μὲν οὖν κατʼ οἶκον οὕτως εἶχε τῷ Κικέρωνι. τῆς δʼ ἐπὶ Καίσαρα συνισταμένης πράξεως οὐ μετέσχε, καίπερ ὢν ἑταῖρος ἐν τοῖς μάλιστα Βρούτου καὶ βαρύνεσθαι τὰ παρόντα καὶ τὰ πάλαι ποθεῖν πράγματα δοκῶν ὡς ἕτερος οὐδείς. ἀλλʼ ἔδεισαν οἱ ἄνδρες αὐτοῦ τήν τε φύσιν ὡς ἐνδεᾶ τόλμης, τόν τε χρόνον, ἐν ᾧ καὶ ταῖς ἐρρωμενεστάταις φύσεσιν ἐπιλείπει τὸ θαρρεῖν.
42.2 ὡς δʼ οὖν ἐπέπρακτο τοῖς περὶ Βροῦτον καὶ Κάσσιον τὸ ἔργον καὶ τῶν Καίσαρος φίλων συνισταμένων ἐπὶ τοὺς ἄνδρας αὖθις ἦν δέος ἐμφυλίοις πολέμοις περιπετῆ γενέσθαι τήν πόλιν, Ἀντώνιος μὲν ὑπατεύων τήν βουλὴν συνήγαγε καὶ βραχέα διελέχθη περὶ ὁμονοίας, Κικέρων δὲ πολλὰ πρὸς τὸν καιρὸν οἰκείως διελθών ἔπεισε τήν σύγκλητον Ἀθηναίους μιμησαμένην ἀμνηστίαν τῶν ἐπὶ Καίσαρι ψηφίσασθαι νεῖμαι δὲ τοῖς περὶ Κάσσιον καὶ Βροῦτον ἐπαρχίας.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme