Thesauros Literature biography Cicero

Cicero

Cicero Plutarch
26.3 ἐπεὶ δὲ Καίσαρι ψηφισαμένῳ τὴν ἐν Καμπανίᾳ χώραν κατανεμηθῆναι τοῖς στρατιώταις πολλοὶ μὲν ἐδυσχέραινον ἐν τῇ βουλῇ, Λεύκιος δὲ Γέλλιος ὁμοῦ τι πρεσβύτατος ὢν εἶπεν ὡς οὐ γενήσεται τοῦτο ζῶντος αὐτοῦ, περιμείνωμεν εἶπεν ὁ Κικέρων, μακρὰν γὰρ οὐκ αἰτεῖται Γέλλιος ὑπέρθεσιν.
26.4 ἦν δέ τις Ὀκταούιος αἰτίαν ἔχων ἐκ Λιβύης γεγονέναι· πρὸς τοῦτον ἔν τινι δίκῃ λέγοντα τοῦ Κικέρωνος μὴ ἐξακούειν, καὶ μὴν οὐκ ἔχεις, εἶπε, τὸ οὖς ἀτρύπητον. Μετέλλου δὲ Νέπωτος εἰπόντος ὅτι πλείονας καταμαρτυρῶν ἀνῄρηκεν ἢ συνηγορῶν σέσωκεν, ὁμολογῶ γάρ, ἔφη, πίστεως ἐν ἐμοὶ πλέον ἢ δεινότητος εἶναι.
26.5 νεανίσκου δέ τινος αἰτίαν ἔχοντος ἐν πλακοῦντι φάρμακον τῷ πατρὶ δεδωκέναι θρασυνομένου καί λέγοντος ὅτι λοιδορήσει τὸν Κικέρωνα, τοῦτο, ἔφη, παρὰ σοῦ βούλομαι μᾶλλον ἢ πλακοῦντα. Ποπλίου δὲ Σηστίου συνήγορον μὲν αὐτὸν ἔν τινι δίκῃ παραλαβόντος μεθʼ ἑτέρων, αὐτοῦ δὲ πάντα βουλομένου λέγειν καί μηδενὶ παριέντος εἰπεῖν, ὡς δῆλος ἦν ἀφιέμενος ὑπὸ τῶν δικαστῶν ἤδη τῆς ψήφου φερομένης, χρῶ σήμερον, ἔφη, τῷ καιρῷ, Σήστιε μέλλεις γὰρ αὔριον ἰδιώτης εἶναι.
26.6 Πόπλιον δὲ Κώνσταν νομικὸν εἶναι βουλόμενον, ὄντα δʼ ἀμαθῆ καί ἀφυῆ, πρός τινα δίκην ἐκάλεσε μάρτυρα· τοῦ δὲ μηδὲν εἰδέναι φάσκοντος, ἴσως, ἔφη, δοκεῖς περὶ τῶν νομικῶν ἐρωτᾶσθαι. Μετέλλου δὲ Νέπωτος ἐν διαφορᾷ τινι πολλάκις λέγοντος τίς σοῦ πατήρ ἐστιν, ὁ Κικέρων σοὶ ταύτην ἔφη τὴν ἀπόκρισιν ἡ μήτηρ χαλεπωτέραν ἐποίησεν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme