2.2
ταῦτα δὲ ἄλλως ὀνείρατα καί φλύαρον εἶναι δοκοῦντα ταχέως αὐτὸς ἀπέδειξε μαντείαν ἀληθινὴν ἐν ἡλικίᾳ τοῦ μανθάνειν γενόμενος, διʼ εὐφυΐαν ἐκλάμψας καί λαβὼν ὄνομα καί δόξαν ἐν τοῖς παισίν, ὥστε τοὺς πατέρας αὑτῶν ἐπιφοιτᾶν τοῖς διδασκαλείοις ὄψει τε βουλομένους ἰδεῖν τὸν Κικέρωνα καὶ τὴν ὑμνουμένην αὐτοῦ περὶ τὰς μαθήσεις ὀξύτητα καί σύνεσιν ἱστορῆσαι, τοὺς δʼ ἀγροικοτέρους ὀργίζεσθαι τοῖς υἱέσιν ὁρῶντας ἐν ταῖς ὁδοῖς τὸν Κικέρωνα μέσον αὑτῶν ἐπὶ τιμῇ λαμβάνοντας.
2.3
γενόμενος δʼ, ὥσπερ ὁ Πλάτων ἀξιοῖ τὴν φιλομαθῆ καί φιλόσοφον φύσιν, οἷος ἀσπάζεσθαι πᾶν μάθημα καί μηδὲν λόγου μηδὲ παιδείας ἀτιμάζειν εἶδος, ἐρρύη πως προθυμότερον ἐπὶ ποιητικήν. καί τι καί ποιημάτιον ἔτι παιδὸς αὐτοῦ διασῴζεται, Πόντιος Γλαῦκος, ἐν τετραμέτρῳ πεποιημένον. προϊὼν δὲ τῷ χρόνῳ καί ποικιλώτερον ἁπτόμενος τῆς περὶ ταῦτα μούσης, ἔδοξεν οὐ μόνον ῥήτωρ, ἀλλὰ καί ποιητὴς ἄριστος εἶναι Ῥωμαίων.
2.4
ἡ μὲν οὖν ἐπὶ τῇ ῥητορικῇ δόξα μέχρι νῦν διαμένει, καίπερ οὐ μικρᾶς γεγενημένης περὶ τοὺς λόγους καινοτομίας, τὴν δὲ ποιητικὴν αὐτοῦ, πολλῶν εὐφυῶν ἐπιγενομένων, παντάπασιν ἀκλεῆ καί ἄτιμον ἔρρειν συμβέβηκεν.
3.1
ἀπαλλαγεὶς δὲ τῶν ἐν παισὶ διατριβῶν Φίλωνος ἤκουσε τοῦ ἐξ Ἀκαδημείας, ὃν μάλιστα Ῥωμαῖοι τῶν Κλειτομάχου συνήθων καί διὰ τὸν λόγον ἐθαύμασαν καί διὰ τὸν τρόπον ἠγάπησαν. ἅμα δὲ τοῖς περὶ Μούκιον ἀνδράσι συνών πολιτικοῖς καὶ πρωτεύουσι τῆς βουλῆς εἰς ἐμπειρίαν τῶν νόμων ὠφελεῖτο· καί τινα χρόνον καί στρατείας μετέσχεν ὑπὸ Σύλλᾳ περὶ τὸν Μαρσικὸν πόλεμον.