Thesauros Literature biography Δημοσθένης

Δημοσθένης

Δημοσθένης Plutarch
4.4 ἦν δὲ ὁ Βάταλος, ὡς μὲν ἔνιοί φασιν, αὐλητὴς τῶν κατεαγότων, καὶ δραμάτιον εἰς τοῦτο κωμῳδῶν αὐτὸν Ἀντιφάνης πεποίηκεν. ἔνιοί δέ τινες ὡς ποιητοῦ τρυφερὰ καὶ παροίνια γράφοντος τοῦ Βατάλου μέμνηνται. δοκεῖ δὲ καὶ τῶν οὐκ εὐπρεπῶν τι λεχθῆναι τοῦ σώματος μορίων παρὰ τοῖς Ἀττικοῖς τότε καλεῖσθαι βάταλος.
4.5 ὁ δʼ Ἀργᾶς καὶ τοῦτο γάρ φασι τῷ Δημοσθένει γενέσθαι παρώνυμον ἢ πρὸς τὸν τρόπον, ὡς θηριώδη καὶ πικρὸν ἐτέθη· τὸν γὰρ ὄφιν ἔνιοι τῶν ποιητῶν ἀργᾶν ὀνομάζουσιν ἢ πρὸς τὸν λόγον, ὡς ἀνιῶντα τοὺς ἀκροωμένους· καὶ γὰρ Ἀργᾶς τοὔνομα ποιητὴς ἦν νόμων πονηρῶν καὶ ἀργαλέων. καὶ ταῦτα μὲν ταύτῃ.After these words Bekker retains theκατὰ Πλάτωνα which Coraës, Sintenis, and Graux, after Wyttenbach, reject as a gloss. Cf. Plato, Symposium, p. 220, c.
5.1 τῆς δὲ πρὸς τοὺς λόγους ὁρμῆς ἀρχὴν αὐτῷ φασι τοιαύτην γενέσθαι. Καλλιστράτου τοῦ ῥήτορος ἀγωνίζεσθαι τὴν περὶ Ὠρωποῦ κρίσιν ἐν τῷ δικαστηρίῳ μέλλοντος ἦν προσδοκία τῆς δίκης μεγάλη διά τε τὴν τοῦ ῥήτορος δύναμιν, ἀνθοῦντος τότε μάλιστα τῇ δόξῃ, καί διά τὴν πρᾶξιν οὖσαν περιβόητον.
5.2 ἀκούσας οὖν ὁ Δημοσθένης τῶν διδασκάλων καί τῶν παιδαγωγῶν συντιθεμένων τῇ δίκῃ παρατυχεῖν, ἔπεισε τὸν ἑαυτοῦ παιδαγωγὸν δεόμενος καί προθυμούμενος ὅπως αὑτὸν ἀγάγοι πρὸς τὴν ἀκρόασιν. ὁ δʼ ἔχων πρὸς τοὺς ἀνοίγοντας τὰ δικαστήρια δημοσίους συνήθειαν, εὐπόρησε χώρας ἐν ᾗ καθήμενος ὁ παῖς ἀδήλως ἀκούσεται τῶν λεγομένων.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme