Thesauros Literature biography Ἄγις καὶ Κλεομένης

Ἄγις καὶ Κλεομένης

Ἄγις καὶ Κλεομένης Plutarch

Book Cleomenes

6.4 ἀποθανόντων δὲ συχνῶν τοὺς μὲν ἄλλους ὑποσπόνδους ὁ Κλεομένης ἀπέδωκε, τὸν δὲ Λυδιάδαν νεκρὸν ἀχθῆναι πρὸς αὑτὸν κελεύσας, κοσμήσας πορφυρίδι καὶ στέφανον ἐπιθεὶς, πρὸς τὰς πύλας τῶν Μεγαλοπολιτῶν ἀπέστειλεν. οὗτος ἦν Λυδιάδας ὁ καταθέμενος τὴν τυραννίδα καὶ τοῖς πολίταις ἀποδοὺς τὴν ἐλευθερίαν καὶ τὴν πόλιν προσκομίσας Ἀχαιοῖς.
7.1 ἐκ τούτου Κλεομένης μέγα φρονῶν ἤδη, καὶ πεπεισμένος ἂν ὡς βούλεται τοῖς πράγμασι χρώμενος πολεμῇ πρὸς τοὺς Ἀχαιούς, ῥᾳδίως ἐπικρατήσειν, ἐδίδασκε τὸν τῆς; μητρὸς ἄνδρα Μεγιστόνουν ὡς χρὴ τῶν ἐφόρων ἀπαλλαγέντας εἰς μέσον θεῖναι τὰ κτήματα τοῖς πολίταις καὶ τὴν Σπάρτην ἴσην γενομένην ἐγείρειν καὶ προάγειν ἐπὶ τὴν τῆς Ἑλλάδος ἡγεμονίαν. πεισθέντος δʼ ἐκείνου δύο τῶν ἄλλων φίλων ἢ τρεῖς προσέλαβε.
7.2 συνέβη δὲ περὶ τὰς ἡμέρας ἐκείνας καὶ τῶν ἐφόρων ἕνα κοιμώμενον ἐν Πασιφάας ὄναρ ἰδεῖν θαυμαστόν· ἐδόκει γάρ ἐν ᾧ τόπῳ τοῖς ἐφόροις ἔθος ἐστὶ καθεζομένοις χρηματίζειν ἕνα δίφρον κεῖσθαι, τοὺς δὲ τέτταρας ἀνῃρῆσθαι, καὶ θαυμάζοντος αὐτοῦ φωνὴν ἐκ τοῦ ἱεροῦ γενέσθαι φράζουσαν ὡς τοῦτο τῇ Σπάρτῃ λῷόν ἐστι.
7.3 ταύτην τὴν ὄψιν διηγουμένου τοῦ ἐφόρου πρὸς τὸν Κλεομένη, τὸ μὲν πρῶτον διεταράχθη καθʼ ὑποψίαν τινὰ πειράζεσθαι δοκῶν, ὡς δὲ ἐπείσθη μὴ ψεύδεσθαι τὸν διηγούμενον, ἐθάρρησε. καὶ λαβὼν ὅσους ὑπώπτευε μάλιστα τῶν πολιτῶν ἐναντιώσεσθαι πρὸς τὴν πρᾶξιν, Ἡραίαν καὶ Ἀλσαίαν τὰς πόλεις ταττομένας ὑπὸ τοῖς Ἀχαιοῖς εἷλε, καὶ σῖτον εἰσήγαγεν Ὀρχομενίοις, καὶ Μαντινείᾳ παρεστρατοπέδευσε,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme