Book Cleomenes
33.5
οὗτος ὁ λόγος τότε μὲν οὐ μικρὰν τῷ Κλεομένει καὶ πίστιν εὐνοίας καὶ δόκησιν ἰσχύος προσέθηκεν, ὕστερον δέ, τοῦ Πτολεμαίου τῆς ἀσθενείας ἐπιτεινούσης τὴν δειλίαν, καὶ καθάπερ εἴωθεν ἐν τῷ μηδὲν φρονεῖν, τοῦ πάντα δεδοικέναι καὶ πᾶσιν ἀπιστεῖν ἀσφαλεστάτου δοκοῦντος εἶναι, φοβερὸν ἐποίει τὸν Κλεομένη τοῖς αὐλικοῖς, ὡς ἰσχύοντα παρὰ τοῖς ξένοις·
33.6
καὶ πολλῶν ἦν ἀκούειν λεγόντων ὅτι οὗτος ὁ λέων ἐν τούτοις τοῖς προβάτοις ἀναστρέφεται. τῷ γὰρ ὄντι τοιοῦτον διέφαινεν ἦθος ἐν τοῖς βασιλικοῖς, ὑποβλέπων ἀτρέμα καὶ παρεπισκοπῶν τὰ πραττόμενα.
34.1
ναῦς μὲν οὖν αἰτῶν καὶ στρατιὰν ἀπεῖπε· πυνθανόμενος δὲ τεθνάναι τὸν Ἀντίγονον, Αἰτωλικῷ δὲ πολέμῳ συμπεπλέχθαι τοὺς Ἀχαιούς, τὰ δὲ πράγματα ποθεῖν αὐτὸν καὶ παρακαλεῖν, παρακαλεῖν Ziegler; παρακαλεῖν ἐκεῖσε Bekker: παρακαλεῖν ἐκεῖνον (with the MSS.). ἐν ταραχῇ καὶ διασπασμῷ τῆς Πελοποννήσου γεγενημένης, ἠξίου μὲν μόνος ἀποσταλῆναι μετὰ τῶν φίλων, ἔπειθε δὲ οὐδένα,
34.2
τοῦ μὲν βασιλέως οὐκ εἰσακούοντος, ἀλλʼ ἐν γυναιξὶ καὶ θιάσοις καὶ κώμοις συνέχοντος ἑαυτόν, ὁ δὲ τῶν ὅλων προεστηκὼς καὶ προβουλεύων Σωσίβιος μένοντα μὲν τὸν Κλεομένη παρὰ γνώμην ἡγεῖτο δυσμεταχείριστον εἶναι καὶ φοβερόν, ἀφεθέντα δὲ τολμηρὸν, ἄνδρα καὶ μεγαλοπράγμονα καὶ τῆς βασιλείας νοσούσης θεατὴν γεγενημένον.