Book Cleomenes
20.2
οὔτε γὰρ σῖτον εἶχεν ἐκ παρασκευῆς ἱκανόν, οὔτε βιάσασθαι τὴν πάροδον, καθημένου τοῦ Κλεομένους, ἦν ῥᾴδιον ἐπιχειρήσας δὲ παραδύεσθαι διὰ τοῦ Λεχαίου νυκτός ἐξέπεσε καί τινας ἀπέβαλε τῶν στρατιωτῶν, ὥστε παντάπασι θαρρῆσαι τὸν Κλεομένη καί τοὺς περὶ αὐτὸν ἐπηρμένους τῇ νίκῃ τραπέσθαι πρὸς τὸ δεῖπνον, ἀθυμεῖν δὲ τὸν Ἀντίγονον εἰς οὐκ εὐπόρους κατακλειόμενον ὑπὸ τῆς ἀνάγκης λογισμούς.
20.3
ἐβουλεύετο γὰρ ἐπὶ τὴν ἄκραν ἀναζευγνύναι τὸ Ἡραῖον κἀκεῖθεν εἰς Σικυῶνα πλοίοις περαιῶσαι τὴν δύναμιν ὃ καί χρόνου πολλοῦ καί παρασκευῆς ??ἦν οὐ τῆς τυχούσης, ἤδη δὲ πρὸς ἑσπέραν ἧκον ἐξ Ἄργους κατὰ θάλατταν ἄνδρες Ἀράτου φίλοι, καλοῦντες αὐτὸν ὡς ἀφισταμένων τῶν Ἀργείων τοῦ Κλεομένους, ὁ δὲ πράττων ἦν τὴν ἀπόστασιν Ἀριστοτέλης· καὶ τὸ πλῆθος οὐ χαλεπῶς ἔπεισεν, ἀγανακτοῦν ὅτι χρεῶν ἀποκοπὰς οὐκ ἐποίησεν αὐτοῖς ὁ Κλεομένης ἐλπίσασι.
20.4
λαβὼν οὖν ὁ Ἄρατος παρʼ Ἀντιγόνου στρατιώτας χιλίους καί πεντακοσίους παρέπλευσεν εἰς Ἐπίδαυρον. ὁ δὲ Ἀριστοτέλης ἐκεῖνον οὐ περιέμενεν, ἀλλὰ τοὺς πολίτας παραλαβὼν προσεμάχετο τοῖς φρουροῦσι τὴν ἀκρόπολιν καί παρῆν αὐτῷ Τιμόξενος μετὰ τῶν Ἀχαιῶν ἐκ Σικυῶνος βοηθῶν.