Thesauros Literature biography Ἄγις καὶ Κλεομένης

Ἄγις καὶ Κλεομένης

Ἄγις καὶ Κλεομένης Plutarch

Book Cleomenes

9.2 διὸ καί προεκήρυττον οἱ ἔφοροι τοῖς πολίταις εἰς τὴν ἀρχὴν εἰσιόντες, ὡς Ἀριστοτέλης φησί, κείρεσθαι τὸν μύστακα καὶ προσέχειν τοῖς νόμοις, ἵνα μὴ χαλεποὶ ὦσιν αὐτοῖς· τὸ τοῦ μύστακος, οἶμαι, προτείνοντες, ὅπως καί περὶ τὰ μικρότατα τοὺς νέους πειθαρχεῖν ἐθίζωσι.
9.3 καί τὴν ἀνδρείαν δέ μοι δοκοῦσιν οὐκ ἀφοβίαν, ἀλλὰ Φόβον ψόγου καί δέος ἀδοξίας οἱ παλαιοὶ νομίζειν. οἱ γὰρ δειλότατοι πρὸς τοὺς νόμους θαρραλεώτατοι πρὸς τοὺς πολεμίους εἰσί καὶ τὸ παθεῖν ἥκιστα δεδίασιν οἱ μάλιστα φοβούμενοι τὸ κακῶς ἀκοῦσαι.
9.4 διὸ καί καλῶς ὁ εἰπών· ἵνα γὰρ δέος, ἔνθα καί αἰδώς. καί Ὅμηρος, αἰδοῖός τέ μοί ἐσσι, φίλε ἑκυρὲ, δεινός τε· καί σιγῇ δειδιότες σημάντορας. τὸ γὰρ αἰσχύνεσθαι μάλιστα συμβαίνει πρὸς οὓς καί τὸ δεδοικέναι τοῖς πολλοῖς, διὸ καί παρὰ τὸ τῶν ἐφόρων συσσίτιον τὸν Φόβον ἵδρυνται Λακεδαιμόνιοι, μοναρχίας ἐγγυτάτω κατασκευασάμενοι τὸ ἀρχεῖον.
10.1 ὁ δʼ οὖν Κλεομένης ἡμέρας γενομένης προέγραψεν ὀγδοήκοντα τῶν πολιτῶν οὓς ἔδει μεταστῆναι, καὶ τοὺς δίφρους ἀνεῖλε τῶν ἐφόρων πλὴν ἑνός, ἐν ᾧ καθήμενος ἔμελλεν αὐτὸς χρηματίζειν. ἐκκλησίαν δέ ποιήσας ἀπελογεῖτο περὶ τῶν πεπραγμένων, ἔφη γὰρ ὑπὸ τοῦ Λυκούργου τοῖς βασιλεῦσι συμμιχθῆναι τοὺς γέροντας, καὶ πολὺν χρόνον οὕτω διοικεῖσθαι τήν πόλιν οὐδὲν ἑτέρας ἀρχῆς δεομένην,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme