Thesauros Literature biography Κάτων

Κάτων

Κάτων Plutarch
7.1 ἐπεὶ δὲ ὥραν ᾤετο πρὸς γάμον ἔχειν, οὐδεμιᾷ γυναικὶ συνεληλυθώς, ἡρμόσατο Λεπίδαν, πρότερον μὲν ἐγγυηθεῖσαν Σκηπίωνι Μετέλλῳ, τότε δὲ ἀπειπαμένου τοῦ Σκηπίωνος καὶ τῆς ἐγγύης λυθείσης σχολάζουσαν. οὐ μὴν ἀλλὰ πρὸ τοῦ γάμου μεταμεληθεὶς πάλιν ὁ Σκηπίων καὶ πάντα ποιήσας ἔλαβε τὴν κόρην.
7.2 ὁ δὲ Κάτων σφόδρα παροξυνθεὶς καὶ διακαείς ἐπεχείρησε μὲν ἐπεξελθεῖν διὰ δίκης, ὡς δὲ οἱ φίλοι τοῦτο ἐκώλυσαν, ὀργῇ καὶ νεότητι τρέψας ἑαυτὸν εἰς ἰάμβους πολλὰ τὸν Σκηπίωνα καθύβρισε, τῷ πικρῷ προσχρησάμενος τοῦ Ἀρχιλόχου, τὸ δὲ ἀκόλαστον ἀφεὶς καὶ παιδαριῶδες.
7.3 ἔγημε δὲ Ἀτιλίαν, Σερρανοῦ θυγατέρα, καὶ ταύτῃ πρῶτον συνῆλθεν, οὐ μόνῃ δέ, καθάπερ Λαίλιος, ὁ Σκηπίωνος ἑταῖρος· ἀλλʼ εὐτυχέστερος ? ἐκεῖνος, ἐν πολλοῖς οἷς ἐβίωσε χρόνοις μίαν ἣν ἔγημεν ἐξ ἀρχῆς γνοὺς γυναῖκα.
8.1 τοῦ δὲ δουλικοῦ πολέμου συνεστῶτος, ὃν Σπαρτάκειον ἐκάλουν, Γέλλιος μὲν ἐστρατήγει, Κάτων δὲ τῆς στρατείας μετεῖχεν ἐθελοντὴς, διὰ τὸν ἀδελφόν· ἐχιλιάρχει γὰρ ὁ ἀδελφὸς αὐτοῦ Καιπίων. καὶ χρήσασθαι μὲν εἰς ὅσον ἐβούλετο τῇ προθυμίᾳ καὶ ἀσκήσει τῆς ἀρετῆς οὐχ ὑπῆρξεν αὐτῷ, διὰ τὸ μὴ καλῶς στρατηγεῖσθαι τὸν πόλεμον ἄλλως δὲ, παρὰ πολλὴν μαλακίαν καὶ τρυφὴν τῶν ἐκεῖ στρατευομένων ἐπιδεικνύμενος εὐταξίαν καὶ ἐγκράτειαν καὶ τὸ θαρραλέον ἐν πᾶσι καὶ ξυνετόν, ἐδόκει μηθὲν ἀποδεῖν τοῦ παλαιοῦ Κάτωνος.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme