59.4
βουλεύεσθαι δʼ ἐκέλευεν αὐτοὺς ὑπὲρ αὑτῶν, οὐδέτερα μεμψόμενος, ἀλλʼ εἰ μὲν τρέποιντο τῇ γνώμῃ πρὸς τὴν τύχην, τῆς ἀνάγκης θησόμενος τὴν μεταβολήν ἱσταμένων δὲ πρὸς τὰ δεινὰ καὶ δεχομένων τὸν ὑπὲρ τῆς ἐλευθερίας κίνδυνον, οὐκ ἐπαινεσόμενος μόνον, ἀλλὰ καὶ θαυμασόμενος τὴν ἀρετὴν, καὶ παρέξων ἑαυτὸν ἄρχοντα καὶ συναγωνιζόμενον,
59.5
ἄχρι οὗ τὴν ἐσχάτην τύχην τῆς πατρίδος ἐξελέγξωσιν, ἣν οὐκ Ἰτύκην οὐδὲ Ἀδρούμητον οὖσαν, ἀλλὰ Ῥώμην, πολλάκις ἐκ χαλεπωτέρων σφαλμάτων ὑπὸ μεγέθους ἀναφέρεσθαι, πολλῶν δʼ αὐτοῖς εἰς σωτηρίαν καὶ ἀσφάλειαν ὑποκειμένων, καὶ μεγίστου πρὸς ἄνδρα πολεμεῖν ἐπὶ πολλὰ τοῖς καιροῖς ἀνθελκόμενον, Ἰβηρίας τε πρὸς Πομπήϊον ἀφεστώσης τὸν νέον,
59.6
αὐτῆς τε τῆς Ῥώμης οὔπω διʼ ἀήθειαν παντάπασι δεδεγμένης τὸν χαλινόν, ἀλλʼ ἀναξιοπαθούσης καὶ συνεξανισταμένης πρὸς πᾶσαν μεταβολήν, οὐδὲ τὸν κίνδυνον εἶναι φευκτέον, ἀλλὰ ἔχειν διδάσκαλον τὸν πολέμιον ἀφειδοῦντα τῆς ψυχῆς ἐπὶ ταῖς μεγίσταις ἀδικίαις, οὐχ ὥσπερ ἑαυτοῖς εἰς τὸν εὐτυχέστατον βίον κατορθοῦσιν ἢ πταίουσιν εἰς τὸν εὐκλεέστατον θάνατον τὴν ἀδηλότητα τοῦ πολέμου τελευτᾶν.
59.7
οὐ μὴν ἀλλʼ ἐκείνους γε δεῖν ἔφη βουλεύεσθαι καθʼ ἑαυτούς, συνευχόμενος ἀντὶ τῆς πρόσθεν ἀρετῆς καὶ προθυμίας αὐτοῖς τὰ δόξαντα συνενεγκεῖν.