Thesauros Literature biography Κάτων

Κάτων

Κάτων Plutarch
58.4 ἃ δὲ Πομπηΐῳ συνεβούλευε πρότερον καί τότε Σκηπίωνι, μὴ μάχεσθαι πρὸς ἄνδρα πολεμιστὴν καί δεινόν, ἀλλὰ τῷ χρόνῳ χρῆσθαι πᾶσαν ἀκμὴν ᾗ τυραννὶς ἰσχύει μαραίνοντι, τούτων ὁ Σκηπίων ὑπὸ αὐθαδείας κατεφρόνει· καί ποτε τῷ Κάτωνι δειλίαν ὀνειδίζων ἔγραψεν, εἰ μὴ μόνον αὐτὸς ἀγαπᾷ καθήμενος ἐν πόλει καί τείχεσιν, ἀλλὰ μηδὲ ἑτέρους ἐᾷ πρὸς τὸν καιρὸν εὐθαρσῶς χρῆσθαι τοῖς λογισμοῖς.
58.5 πρὸς ταῦτα ὁ Κάτων ἀντέγραψεν ὡς ἕτοιμός ἐστιν οὓς ἤγαγεν αὐτὸς εἰς Λιβύην ὁπλίτας καί ἱππεῖς παραλαβὼν εἰς Ἰταλίαν περαιοῦν, καί Καίσαρα μεθιστάναι καί τρέπειν ἀπʼ ἐκείνων πρὸς αὑτόν, ὡς δὲ καί τούτων ὁ Σκηπίων κατεγέλα, πάνυ δῆλος ἦν ἀχθόμενος ὁ Κάτων τῇ παραχωρήσει τῆς ἀρχῆς, ὡς οὔτε τῷ πολέμῳ καλῶς τὸν Σκηπίωνα χρησόμενον, οὔτε, ἂν παραλόγως εὐτυχήσῃ, μέτριον ἐν τῷ κρατεῖν πρὸς τοὺς πολίτας ἐσόμενον.
58.6 διὸ καὶ γνώμην εἶχεν ὁ Κάτων, καὶ πρὸς τοὺς συνήθεις ἔλεγεν, οὐ χρηστὰς μὲν ἐλπίδας ἔχειν ὑπὲρ τοῦ πολέμου διʼ ἀπειρίαν καί θρασύτητα τῶν ἡγεμόνων, εἰ δʼ οὖν εὐτυχία τις γένοιτο καί καταλυθείη Καῖσαρ, οὐ μενεῖν ἐν Ῥώμῃ, φεύξεσθαι δὲ τὴν χαλεπότητα καί πικρίαν τοῦ Σκηπίωνος, ἤδη τότε δεινὰς καί ὑπερηφάνους ποιουμένου κατὰ πολλῶν ἀπειλάς.
58.7 ἀπέβη δὲ μᾶλλον ἢ προσεδόκα· καί περὶ ἑσπέραν βαθεῖαν ἧκέ τις ἀπὸ στρατοπέδου τριταῖος ἀγγέλλων ὅτι μάχης μεγάλης πρὸς Θάψῳ γενομένης διέφθαρται παντάπασι τὰ πράγματα καὶ κρατεῖ Καῖσαρ τῶν στρατοπέδων, Σκηπίων δὲ καί Ἰόβας σὺν ὀλίγοις ἐκπεφεύγασιν, ἡ δὲ ἄλλη δύναμις ἀπόλωλε.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme