Thesauros Literature biography Κάτων

Κάτων

Κάτων Plutarch
56.3 ἐνταῦθα πυνθανόμενος Σκηπίωνα τὸν Πομπηΐου πενθερὸν ὑπὸ Ἰόβα τοῦ βασιλέως ἀνειλῆφθαι, καὶ Οὔαρον Ἄττιον, ὃς ἦν ὑπὸ Πομπηΐου Λιβύης ἀποδεδειγμένος ἡγεμών, εἶναι σὺν αὐτοῖς μετὰ δυνάμεως, ἐξώρμησε πεζῇ χειμῶνος ὥρᾳ, πολλοὺς μὲν ὄνους ὕδωρ κομίζοντας συναγαγών, πολλὴν δὲ λείαν ἐλαύνων, ἔτι δὲ ἅρματα καὶ τοὺς καλουμένους Ψύλλους ἐπαγόμενος, οἳ τά τε δήγματα τῶν θηρίων ἰῶνται τοῖς στόμασιν ἕλκοντες τὸν ἰόν, αὐτά τε τὰ θηρία κατεπᾴδοντες ἀμβλύνουσι καὶ κηλοῦσιν.
56.4 ἡμέρας δὲ συνεχῶς ἑπτὰ τῆς πορείας γενομένης πρῶτος ἡγήσατο μήτε ἵππῳ μήτε ὑποζυγίῳ χρησάμενος. ἐδείπνει δὲ καθήμενος ἀφʼ ἧς ἡμέρας τὴν κατὰ Φάρσαλον ἧτταν ἔγνω καὶ τοῦτο τῷ λοιπῷ προσέθηκε πένθει, τὸ μὴ κατακλιθῆναι πλὴν καθεύδων. ἐν δὲ Λιβύῃ διαγαγὼν τοῦ χειμῶνος ἐξήγαγε τὴν στρατιάν ἦσαν δὲ μυρίων ὀλίγον ἀποδέοντες.
57.1 τὰ δὲ πράγματα κακῶς εἶχε τοῖς περὶ Σκηπίωνα καί Οὐᾶρον, ἐκ διαφορᾶς καί στάσεως ὑποδυομένοις καί θεραπεύουσι τὸν Ἰόβαν, οὐκ ἀνεκτὸν ὄντα βαρύτητι φρονήματος καί ὄγκῳ διὰ πλοῦτον καί δύναμιν ὅς γε Κάτωνι πρῶτον ἐντυγχάνειν μέλλων μέσον ἔθηκε τὸν ἑαυτοῦ θρόνον τοῦ Σκηπίωνος καί τοῦ Κάτωνος.
57.2 ὁ μέντοι Κάτων ὡς εἶδεν, ἄρας τὸν ἑαυτοῦ μετέθηκεν ἐπὶ θάτερα, μέσον λαμβάνων τὸν Σκηπίωνα, καίπερ ἐχθρὸν ὄντα καί τι καί βιβλίον ἐκδεδωκότα βλασφημίας ἔχον τοῦ Κάτωνος, εἶτα τοῦτο μὲν εἰς οὐδένα τίθενται λόγον, εἰ δὲ Φιλόστρατον ἐν Σικελίᾳ μέσον εἶχε περιπατῶν ἐπὶ τιμῇ φιλοσοφίας, ἐγκαλοῦσι. τότε δʼ οὖν καί τὸν Ἰόβαν ἔπαυσε μονονουχὶ σατράπας πεποιημένον ἑαυτοῦ τοὺς περὶ τὸν Σκηπίωνα, κἀκείνους διήλλαξεν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme