Thesauros Literature biography Κάτων

Κάτων

Κάτων Plutarch
42.2 πρῶτον μὲν ἐξαίφνης καὶ τῶν πολλῶν ἀγνοούντων βουλὴν συναγαγόντες ἐψηφίσαντο τοὺς αἱρεθέντας στρατηγοὺς εὐθὺς ἄρχειν καὶ μὴ διαλιπόντας τὸν νόμιμον χρόνον, ἐν ᾧ δίκαι τοῖς δεκάσασι τὸν δῆμον ἦσαν. ἔπειτα διὰ τοῦ ψηφίσματος τὸ διδόναι τὸ διδόναι Sintenis, after Schaefer, for the MSS. τὸ διδόναι δίκας; Coraës and Bekker delete also διδόναι. ἀνυπεύθυνον κατασκευάσαντες ὑπηρέτας αὑτῶν καὶ φίλους ἐπὶ τὴν στρατηγίαν προῆγον, αὐτοὶ μὲν διδόντες ἀργύριον, αὐτοὶ δὲ ταῖς ψήφοις φερομέναις ἐφεστῶτες.
42.3 ὡς δὲ καὶ τούτων ἡ Κάτωνος ἀρετὴ καὶ δόξα περιῆν, ὑπʼ αἰδοῦς τῶν πολλῶν ἐν δεινῷ πολλῷ τιθεμένων ἀποδόσθαι Κάτωνα ταῖς ψήφοις, ὃν καλῶς εἶχε πρίασθαι τῇ πόλει στρατηγόν, ἥ τε πρώτη κληθεῖσα τῶν φυλῶν ἐκεῖνον ἀπέδειξεν, ἐξαίφνης ὁ Πομπήϊος βροντῆς ἀκηκοέναι ψευσάμενος αἴσχιστα διέλυσε τὴν ἐκκλησίαν, εἰθισμένων ἀφοσιοῦσθαι τὰ τοιαῦτα καὶ μηδὲν ἐπικυροῦν διοσημίας γενομένης.
42.4 αὖθις δὲ πολλῷ χρησάμενοι τῷ δεκασμῷ, τοὺς βελτίστους ὤσαντες ἐκ τοῦ πεδίου βίᾳ διεπράξαντο Βατίνιον ἀντὶ Κάτωνος αἱρεθῆναι στρατηγόν. ἔνθα δὴ λέγεται τοὺς μὲν οὕτω παρανόμως καὶ ἀδίκως θεμένους τὴν ψῆφον εὐθὺς ὥσπερ ἀποδράντας οἴχεσθαι, τοῖς δὲ ἄλλοις συνισταμένοις καὶ ἀγανακτοῦσι δημάρχου τινὸς αὐτόθι παρασχόντος ἐκκλησίαν καταστάντα τὸν Κάτωνα ἅπαντα μὲν ὥσπερ ἐκ θεῶν ἐπίπνουν τὰ μέλλοντα τῇ πόλει προειπεῖν,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme