Thesauros Literature biography Κάτων

Κάτων

Κάτων Plutarch
40.2 προσέκρουσεν ὁ Κάτων αὐτῷ λέγοντι, καὶ τέλος ἀναστὰς ἔφη τῆς μὲν Κλωδίου πολιτείας μηδὲν ὑγιὲς μηδὲ χρηστὸν ὅλως νομίζειν, εἰ δὲ ἀναιρεῖ τις ὅσα δημαρχῶν ἔπραξεν, ἀναιρεῖσθαι πᾶσαν αὐτοῦ τὴν περὶ Κύπρον πραγματείαν καὶ μὴ γεγονέναι τὴν ἀποστολὴν νόμιμον ἄρχοντος παρανόμου ψηφισαμένου· παρανόμως μὲν οὐ δήμαρχον αἱρεθῆναι μὲν οὐ δ. αἱρεθῆναι Sintenis, after Schaefer, for the MSS. μὲν οὖν δ. αἱρεθῆναι; Bekker has μὲν οὖν μὴ δ. αἱρεθῆναι. τὸν Κλώδιον ἐκ πατρικίων μεταστάντα νόμου διδόντος εἰς δημοτικὸν οἶκον, εἰ δὲ μοχθηρὸς, ὥσπερ ἄλλοι, γέγονεν ἄρχων, αὐτὸν εὐθύνειν τὸν ἀδικήσαντα, μὴ λύειν τὴν συναδικηθεῖσαν ἀρχὴν εἶναι προσῆκον, ἐκ τούτου διʼ ὀργῆς ὁ Κικέρων ἔσχε τὸν Κάτωνα, καὶ φίλῳ χ ρώμενος ἐπαύσατο χρόνον πολύν εἶτα μέντοι διηλλάγησαν.
41.1 ἐκ τούτου Πομπήϊος καὶ Κράσσος ὑπερβαλόντι τὰς Ἄλπεις Καίσαρι συγγενόμενοι γνώμην ἐποιήσαντο κοινῇ δευτέραν ὑπατείαν μετιέναι, καὶ καταστάντες εἰς αὐτὴν Καίσαρι μὲν τῆς ἀρχῆς ἄλλον τοσοῦτον ἐπιψηφίζεσθαι χρόνον, αὑτοῖς δὲ τῶν ἐπαρχιῶν τὰς μεγίστας καὶ χρήματα καὶ στρατιωτικὰς δυνάμεις, ὅπερ ἦν ἐπὶ νεμήσει τῆς ἡγεμονίας καὶ καταλύσει τῆς πολιτείας συνωμοσία.
41.2 πολλῶν δὲ καὶ ἀγαθῶν ἀνδρῶν μετιέναι τὴν ἀρχὴν τότε παρασκευαζομένων, τοὺς μὲν ἄλλους ὀφθέντες ἐν ταῖς παραγγελίαις ἀπέτρεψαν, μόνον δὲ Λεύκιον Δομίτιον Πορκίᾳ συνοικοῦντα τῇ ἀδελφῇ Κάτων ἔπεισε μὴ ἐκστῆναι μηδὲ ὑφέσθαι, τοῦ ἀγῶνος οὐ περὶ ἀρχῆς ὄντος, ἀλλὰ περὶ τῆς Ῥωμαίων ἐλευθερίας.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme