Thesauros Literature biography Κάτων

Κάτων

Κάτων Plutarch
37.2 λέγει δὲ ὕστερος μὲν εἰς Κύπρον ἀφικέσθαι καὶ λαβεῖν παρημελημένην ξενίαν, ἐλθὼν δὲ ἐπὶ θύρας ἀπωσθῆναι, σκευωρουμένου τι τοῦ Κάτωνος οἴκοι σὺν τῷ Κανιδίῳ, μεμψάμενος δὲ μετρίως οὐ μετρίας τυχεῖν ἀποκρίσεως, ὅτι κινδυνεύει τὸ λίαν φιλεῖν, ὥς φησι Θεόφραστος, αἴτιον τοῦ μισεῖν γίνεσθαι πολλάκις· ἐπεὶ καὶ σύ, φάναι, τῷ μάλιστα φιλεῖν ἧττον οἰόμενος ἢ προσήκει τιμᾶσθαι χαλεπαίνεις.
37.3 Κανιδίῳ δὲ καὶ διʼ ἐμπειρίαν χρῶμαι καὶ διὰ πίστιν ἑτέρων μᾶλλον, ἐξ ἀρχῆς μὲν ἀφιγμένῳ, καθαρῷ δὲ φαινομένῳ. ταῦτα μέντοι μόνον αὐτῷ μόνῳ διαλεχθέντα τὸν Κάτωνα πρὸς τὸν Κανίδιον ἐξενεγκεῖν. αἰσθόμενος οὖν αὐτὸς οὔτε ἐπὶ δεῖπνον ἔτι φοιτᾶν οὔτε σύμβουλος ὑπακούειν καλούμενος, ἀπειλοῦντος δὲ τοῦ Κάτωνος, ὥσπερ εἰώθασι τῶν ἀπειθούντων, ἐνέχυρα λήψεσθαι, μηδὲν φροντίσας ἐκπλεῦσαι καὶ πολὺν χρόνον ἐν ὀργῇ διατελεῖν·
37.4 χρόνον ἐν ὀργῇ διατελεῖν· εἶτα τῆς Μαρκίας ἔτι γὰρ συνῷκει τῷ Κάτωνι διαλεχθείσης, τυχεῖν μὲν ὑπὸ Βάρκα κεκλημένους ἐπὶ δεῖπνον, εἰσελθόντα δὲ ὕστερον τὸν Κάτωνα, τῶν ἄλλων κατακειμένων, ἐρωτᾶν ὅπου κατακλιθείη. τοῦ δὲ Βάρκα κελεύσαντος ὅπου βούλεται, περιβλεψάμενον εἰπεῖν ὅτι παρὰ Μουνάτιον καὶ περιελθόντα πλησίον αὐτοῦ κατακλιθῆναι, πλέον δὲ μηθὲν φιλοφρονήσασθαι παρὰ τὸ δεῖπνον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme