Thesauros Literature biography Φωκίων

Φωκίων

Φωκίων Plutarch
16.3 οὕτω γὰρ ἔσται μακρὰν ὁ πόλεμος, ἡττωμένοις δὲ πᾶν ἀεὶ δεινὸν ἐγγὺς πάρεστι. γενομένης δὲ τῆς ἥττηςτῆς ἥττης Bekker, with CFa: ἥττης. καί τῶν θορυβοποιῶν καί νεωτεριστῶν ἐν ἄστειἐν ἄστει Coraës and Bekker have τῶν ἐν ἄστει, after Stephanus. τὸν Χαρίδημον ἑλκόντων ἐπὶ τὸ βῆμα καί στρατηγεῖν ἀξιούντων, ἐφοβήθησαν οἱ βέλτιστοι· καί τὴν ἐξ Ἀρείου πάγου βουλὴν ἔχοντες ἐν τῷ δήμῳ δεόμενοι καί δακρύοντες μόλις ἔπεισαν ἐπιτρέψαι τῷ Φωκίωνι τὴν πόλιν.
16.4 ὁ δὲ τὴν μὲν ἄλλην τοῦ Φιλίππου πολιτείαν καί φιλανθρωπίαν ᾤετο δεῖν προσδέχεσθαι· Δημάδου δὲ γράψαντος ὅπως ἡ πόλις μετέχοι τῆς κοινῆς εἰρήνης καί τοῦ συνεδρίου τοῖς Ἕλλησιν, οὐκ εἴα πρὸ τοῦ γνῶναι τίνα Φίλιππος αὑτῷ γενέσθαι παρὰ τῶν Ἑλλήνων ἀξιώσει·
16.5 κρατηθεὶς δὲ τῇ γνώμῃ διὰ τὸν καιρόν, ὡς εὐθὺς ἑώρα τοὺς Ἀθηναίους μεταμελομένους, ὅτι καί τριήρεις ἔδει παρέχειν τῷ Φιλίππῳ καί ἱππεῖς, ταῦτα, ἔφη, φοβούμενος ἠναντιούμην· ἐπεὶ δὲ συνέθεσθε, δεῖ μὴ βαρέως φέρειν μηδὲ ἀθυμεῖν, μεμνημένους ὅτι καί οἱ πρόγονοί ποτὲ μὲν ἄρχοντες, ποτὲ δὲ ἀρχόμενοι, καλῶς δὲ ἀμφότερα ταῦτα ποιοῦντες καὶ τὴν πόλιν ἔσωσαν καὶ τοὺς Ἕλληνας.
16.6 Φιλίππου δὲ ἀποθανόντος εὐαγγέλια θύειν τὸν δῆμον οὐκ εἴα· καί γὰρ ἀγεννὲς εἶναι ἐπιχαίρειν, καί τὴν ἐν Χαιρωνείᾳ, παραταξαμένην πρὸς αὐτοὺς δύναμιν ἑνὶ σώματι μόνον ἐλάττω γενέσθαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme