Thesauros Literature biography Καῖσαρ

Καῖσαρ

Καῖσαρ Plutarch
6.1 δυεῖν δὲ οὐσῶν ἐν τῇ πόλει στάσεων, τῆς μὲν ἀπὸ Σύλλα μέγα δυναμένης, τῆς δὲ Μαριανῆς, ἣ τότε κατεπτήχει καὶ διέσπαστο κομιδῇ ταπεινὰ πράττουσα, ταύτην ἀναρρῶσαι καὶ προσαγαγέσθαι βουλόμενος ἐν ταῖς ἀγορανομικαῖς φιλοτιμίαις ἀκμὴν ἐχούσαις εἰκόνας ἐποιήσατο Μαρίου κρύφα καὶ Νίκας τροπαιοφόρους, ἃς φέρων νυκτὸς εἰς τὸ Καπιτώλιον ἀνέστησεν.
6.2 ἅμα δὲ ἡμέρᾳ τοὺς θεασαμένους μαρμαίροντα πάντα χρυσῷ καὶ τέχνῃ κατεσκευασμένα περιττῶς διεδήλου δὲ γράμμασι τὰ Κιμβρικὰ κατορθώματα θάμβος ἔσχε τῆς τόλμης τοῦ ἀναθέντος (οὐ γὰρ ἦν . ἄδηλος), ταχὺ δὲ περιϊὼν ὁ λόγος ἤθροιζε πάντας ἀνθρώπους πρὸς τὴν ὄψιν·
6.3 ἀλλʼ οἱ μὲν ἐβόων τυραννίδα πολιτεύεσθαι Καίσαρα, νόμοις καὶ δόγμασι κατορωρυγμένας ἐπανιστάντα τιμάς, καὶ τοῦτο πεῖραν ἐπὶ τὸν δῆμον εἶναι προμαλαττόμενον, εἰ τετιθάσευται ταῖς φιλοτιμίαις ὑπʼ αὐτοῦ καὶ δίδωσι παίζειν τοιαῦτα καὶ καινοτομεῖν, οἱ δὲ Μαριανοὶ παραθαρρύναντες ἀλλήλους πλήθει τε θαυμαστοὶ ὅσοι διεφάνησαν ἐξαίφνης, καὶ κρότῳ κατεῖχον τὸ Καπιτώλιον·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme