Thesauros Literature biography Ἀλέξανδρος

Ἀλέξανδρος

Ἀλέξανδρος Plutarch
63.3 τιναξαμένου δὲ τοῖς ὅπλοις, ἔδοξαν οἱ βάρβαροι σέλας τι καὶ φάσμα πρὸ τοῦ σώματος φέρεσθαι διὸ καὶ τὸ πρῶτον ἔφυγον καὶ διεσκεδάσθησαν· ὡς δὲ εἶδον αὐτὸν μετὰ δυεῖν ὑπασπιστῶν, ἐπιδραμόντες οἱ μὲν ἐκ χειρὸς ξίφεσι καὶ δόρασι διὰ τῶν ὅπλων συνετίτρωσκον ἀμυνόμενον, εἷς δὲ μικρὸν ἀπωτέρω στάς ἐφῆκεν ἀπὸ τόξου βέλος οὕτως εὔτονον καὶ βίαιον ὥστε τὸν θώρακα διακόψαν ἐμπαγῆναι τοῖς περὶ τὸν μασθὸν ὀστέοις.
63.4 πρὸς δὲ τὴν πληγὴν ἐνδόντος αὐτοῦ καὶ τὸ σῶμα κάμψαντος, ὁ μὲν βαλὼν ἐπέδραμε βαρβαρικὴν μάχαιραν σπασάμενος, Πευκέστας δὲ καὶ Λιμναῖος προέστησαν ὧν πληγέντων ἑκατέρων ὁ μὲν ἀπέθανε, Πευκέστας δὲ ἀντεῖχε, τὸν δὲ βάρβαρον Ἀλέξανδρος ἀπέκτεινεν. αὐτὸς δὲ τραύματα πολλὰ λαβών, τέλος δὲ πληγεὶς ὑπέρῳ κατὰ τοῦ τραχήλου, προσήρεισε τῷ τείχει τὸ σῶμα, βλέπων πρὸς τοὺς πολεμίους.
63.5 ἐν τούτῳ δὲ τῶν Μακεδόνων περιχυθέντων ἁρπασθεὶς ἀναίσθητος ἤδη τῶν περὶ αὐτὸν ἐπὶ σκηνῆς ἐκομίζετο. καὶ παραυτίκα μὲν ὡς τεθνεῶτος ἦν λόγος ἐν τῷ στρατοπέδῳ χαλεπῶς δὲ καὶ πολυπόνως τὸν ὀϊστὸν ἐκπρισάντων ξύλινον ὄντα, καὶ τοῦ θώρακος οὕτω μόλις ἀπολυθέντος, περὶ τὴν ἐκκοπὴν ἐγίνοντο τῆς ἀκίδος ἐνδεδυκυίας ἑνὶ τῶν ὀστέων. λέγεται δὲ τὸ μὲν πλάτος τριῶν δακτύλων εἶναι, τὸ δὲ μῆκος τεσσάρων.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme