Thesauros Literature biography Ἀλέξανδρος

Ἀλέξανδρος

Ἀλέξανδρος Plutarch
23.4 καὶ τἆλλα πάντων ἥδιστος ὢν βασιλέων συνεῖναι καὶ χάριτος οὐδεμιᾶς ἀμοιρῶν, τότε ταῖς μεγαλαυχίαις ἀηδὴς ἐγίνετο καὶ λίαν στρατιωτικός, αὐτός τε πρός τὸ κομπῶδες ὑποφερόμενος καὶ τοῖς κόλαξιν ἑαυτὸν ἀνεικὼς ἱππάσιμον, ὑφʼ ὧν οἱ χαριέστεροι τῶν παρόντων ἐπετρίβοντο, μήτε ἁμιλλᾶσθαι τοῖς κόλαζι μήτε λείπεσθαι βουλόμενοι τῶν αὐτῶν ἐπαίνων, τὸ μὲν γὰρ αἰσχρὸν ἐδόκει, τὸ δὲ κίνδυνον ἔφερε.
23.5 μετὰ δὲ τὸν πότον λουσάμενος ἐκάθευδε πολλάκις μέχρι μέσης ἡμέρας· ἔστι δʼ ὅτε καὶ διημέρευεν ἐν τῷ καθεύδειν. αὐτὸς μὲν οὖν καὶ ὄψων ἐγκρατὴς ἦν, ὥστε καὶ τὰ σπανιώτατα πολλάκις τῶν ἀπὸ θαλάττης αὐτῷ κομιζομένων ἀκροδρύων καὶ ἰχθύων ἑκάστῳ διαπεμπόμενος τῶν ἑταίρων ἑαυτῷ μόνῳ μηδὲν καταλιπεῖν·
23.6 τὸ μέντοι δεῖπνον ἦν ἀεὶ μεγαλοπρεπές, καὶ τοῖς εὐτυχήμασι τῆς δαπάνης ἅμα συναυξομένης τέλος εἰς μυρίας δραχμὰς προῆλθεν. ἐνταῦθα δὲ ἔστη, καὶ τοσοῦτον ὡρίσθη τελεῖν τοῖς ὑποδεχομένοις Ἀλέξανδρον.
24.1 μετὰ δὲ τὴν μάχην τὴν ἐν Ἰσσῷ πέμψας εἰς Δαμασκόν ἔλαβε τὰ χρήματα καὶ τὰς ἀποσκευὰς καὶ τὰ τέκνα καὶ τὰς γυναῖκας τῶν Περσῶν. καὶ πλεῖστα μὲν ὠφελήθησαν οἱ τῶν Θεσσαλῶν ἱππεῖς· τούτους γὰρ ἄνδρας ἀγαθοὺς διαφερόντως ἐν τῇ μάχῃ γενομένους ἔπεμψεν ἐπίτηδες ὠφεληθῆναι βουλόμενος· ἐνεπλήσθη δὲ καὶ τὸ λοιπὸν εὐπορίας στρατόπεδον.
24.2 καὶ γευσάμενοι τότε πρῶτον οἱ Μακεδόνες χρυσοῦ καὶ ἀργύρου καὶ γυναικῶν καὶ διαίτης βαρβαρικῆς, ὥσπερ κύνες ἔσπευδον ἁψάμενοι στίβου διώκειν καὶ ἀνιχνεύειν τὸν τῶν Περσῶν πλοῦτον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme