14.5
ἐπεὶ δὲ ὥρμησε πρὸς τὴν στρατείαν, ἄλλα τε δοκεῖ σημεῖα παρὰ τοῦ δαιμονίου γενέσθαι, καὶ τὸ περὶ Λείβηθρα τοῦ Ὀρφέως ξόανον ʽἦν δὲ κυπαρίττινον?ʼ ἱδρῶτα ποχὺν ὑπὸ τὰς ἡμέρας ἐκείνας ἀφῆκε. φοβουμένων δὲ πάντων τὸ σημεῖον, Ἀρίστανδρος ἐκέλευε θαρρεῖν, ὡς ἀοιδίμους καὶ περιβοήτους κατεργασόμενον πράξεις, αἳ πολὺν ἱδρῶτα καὶ πόνον ὑμνοῦσι ποιηταῖς καὶ μουσικοῖς παρέξουσι.
15.1
τῆς δὲ στρατιᾶς τὸ πλῆθος οἱ μὲν ἐλάχιστον λέγοντες τρισμυρίους πεζοὺς καὶ τετρακισχιλίους ἱππεῖς, οἱ δὲ πλεῖστον πεζοὺς μὲν τετρακισμυρίους καὶ τρισχιλίους, ἱππέας δὲ πεντακισχιλίους ἀναγράφουσιν. ἐφόδιον δὲ τούτοις οὐ πλέον ἑβδομήκοντα ταλάντων ἔχειν αὐτόν Ἀριστόβουλος ἱστορεῖ, Δοῦρις δὲ τριάκοντα μόνον ἡμερῶν διατροφήν, Ὀνησίκριτος δὲ καὶ διακόσια τάλαντα προσοφείλειν.
15.2
ἀλλὰ καίπερ ἀπὸ μικρῶν καὶ στενῶν οὕτως ὁρμώμενος, οὐ πρότερον ἐπέβη τῆς νεώς ἢ τὰ τῶν ἑταίρων πράγματα σκεψάμενος ἀπονεῖμαι τῷ μὲν ἀγρόν, τῷ δὲ κώμην, τῷ δὲ συνοικίας πρόσοδον ἢ λιμένος. ἤδη δὲ κατανηλωμένων καὶ διαγεγραμμένων σχεδὸν ἁπάντων τῶν βασιλικῶν ὁ Περδίκκας σεαυτῷ δέ, εἶπεν, ὦ βασιλεῦ, τί καταλείπεις; τοῦ δὲ φήσαντος ὅτι τὰς ἐλπίδας, οὐκοῦν, ἔφη, καὶ ἡμεῖς τούτων κοινωνήσομεν οἱ μετὰ σοῦ στρατευόμενοι.
15.3
παραιτησαμένου δὲ τοῦ Περδίκκου τὴν διαγεγραμμένην κτῆσιν αὐτῷ, καὶ τῶν ἄλλων φίλων ἔνιοι τὸ αὐτὸ ἐποίησαν, τοῖς δὲ λαμβάνουσι καὶ δεομένοις προθύμως ἐχαρίζετο, καὶ τὰ πλεῖστα τῶν ἐν Μακεδονίᾳ διανέμων οὕτως κατηνάλωσε. τοιαύτῃ μὲν ὁρμῇ καὶ παρασκευῇ διανοίας τὸν Ἑλλήσποντον διεπέρασεν.