Thesauros Literature biography Ἀλέξανδρος

Ἀλέξανδρος

Ἀλέξανδρος Plutarch
74.1 ταῦτα ἀκούσας ὁ Ἀλέξανδρος τὸν μὲν ἄνθρωπον, ὥσπερ ἐκέλευον οἱ μάντεις, ἠφάνισεν αὐτὸς δὲ ἠθύμει καὶ δύσελπις ἦν πρὸς τὸ θεῖον ἤδη καὶ πρὸς τοὺς φίλους ὕποπτος, Μάλιστα δὲ Ἀντίπατρον ἐφοβεῖτο καὶ τοὺς παῖδας, ὧν Ἰόλας μὲν ἀρχιοινοχόος ἦν, ὁ δὲ Κάσανδρος ἀφῖκτο μὲν νεωστί, θεασάμενος δὲ βαρβάρους τινὰς προσκυνοῦντας, ἅτε δὴ τεθραμμένος Ἑλληνικῶς καὶ τοιοῦτο πρότερον μηδὲν ἑωρακώς, ἐγέλασε προπετέστερον.
74.2 ὁ δὲ Ἀλέξανδρος ὠργίσθη, καὶ δραξάμενος αὐτοῦ τῶν τριχῶν σφόδρα ταῖς χερσὶν ἀμφοτέραις ἔπαισε τὴν κεφαλὴν πρὸς τὸν τοῖχον. αὖθις δὲ πρὸς τοὺς κατηγοροῦντας Ἀντιπάτρου λέγειν τι βουλόμενον τὸν Κάσανδρον ἐκκρούων, τί λέγεις; ἔφη, τοσαύτην ὁδὸν ἀνθρώπους μηδὲν ἀδικουμένους, ἀλλὰ συκοφαντοῦντας ἐλθεῖν;
74.3 φήσαντος δὲ τοῦ Κασάνδρου τοῦτο αὐτὸ σημεῖον εἶναι τοῦ συκοφαντεῖν, ὅτι μακρὰν ἥκουσι τῶν ἐλέγχων, ἀναγελάσας ὁ Ἀλέξανδρος, ταῦτα ἐκεῖνα, ἔφη, σοφίσματα τῶν Ἀριστοτέλους εἰς ἑκάτερον τὸν λόγον οἰμωξομένων,οἰμωξομένων Sint. with the best MSS.; οἰμωξομένου γε Coraës; οἰμώξῃ μὲν οὖν Bekker. ἂν καὶ μικρὸν ἀδικοῦντες τοὺς ἀνθρώπους φανῆτε.
74.4 τὸ δὲ ὅλον οὕτω φασὶ δεινὸν ἐνδῦναι καὶ δευσοποιὸν ἐγγενέσθαι τῇ ψυχῇ τοῦ Κασάνδρου τὸ δέος, ὥστε ὕστερον χρόνοις πολλοῖς, ἤδη Μακεδόνων βασιλεύοντα καὶ κρατοῦντα τῆς Ἑλλάδος, ἐν Δελφοῖς περιπατοῦντα καὶ θεώμενον τοὺς ἀνδριάντας, εἰκόνος Ἀλεξάνδρου φανείσης, ἄφνω πληγέντα φρῖξαι καὶ κραδανθῆναι τὸ σῶμα καὶ μόλις ἀναλαβεῖν ἑαυτόν, ἰλιγγιάσαντα πρὸς τὴν ὄψιν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme