Thesauros Literature biography Ἀγησιλάου καὶ Πομπηΐου σύγκρισις

Ἀγησιλάου καὶ Πομπηΐου σύγκρισις

Ἀγησιλάου καὶ Πομπηΐου σύγκρισις Plutarch
4.7 καίτοι φασί τινες ὡς ὑπὸ τοῦ πενθεροῦ Σκηπίωνος ἐξηπατήθη· τὰ γὰρ πλεῖστα τῶν χρημάτων ὧν ἐκόμιζεν ἐξ Ἀσίας βουλόμενον αὐτὸν νοσφίσασθαι καὶ ἀποκρύψαντα κατεπεῖξαι τὴν μάχην, ὡς οὐκέτι χρημάτων ὄντων, ὃ κἂν ἀληθὲς ἦν, παθεῖν οὐκ ὤφειλεν ὁ στρατηγός, οὐδὲ ῥᾳδίως οὕτω παραλογισθεὶς ἀποκινδυνεῦσαι περὶ τῶν μεγίστων, ἐν μὲν οὖν τούτοις οὕτως ἑκάτερον ἀποθεωροῦμεν.
5.1 εἰς Αἴγυπτον δʼ ὁ μὲν ἐξ ἀνάγκης ἔπλευσε φεύγων, ὁ δὲ οὔτε καλῶς οὔτε ἀναγκαίως ἐπὶ χρήμασιν, ὅπως ἔχῃ τοῖς Ἕλλησι πολεμεῖν ἀφʼ ὧν τοῖς βαρβάροις ἐστρατήγησεν. εἶτα ἃ διὰ Πομπήϊον Αἰγυπτίοις ἐγκαλοῦμεν, ταῦτα Αἰγύπτιοι κατηγοροῦσιν Ἀγησιλάου, ὁ μὲν γὰρ ἠδικήθη πιστεύσας, ὁ δὲ πιστευθεὶς ἐγκατέλιπε καὶ μετέστη πρὸς τοὺς πολεμοῦντας οἷς ἔπλευσε συμμαχήσων.
← Previous 6 / 6

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme