76.3
οὐδὲν γὰρ ἁμάρτημα Πομπηΐου μεῖζον οὐδὲ δεινότερον στρατήγημα Καίσαρος ἢ τὸ τὴν μάχην οὕτω μακρὰν ἀποσπάσασθαι τῆς ναυτικῆς βοηθείας, οὐ μὴν ἀλλʼ ἐκ τῶν παρόντων κρίνειν τι καὶ πράττειν ἀναγκαζόμενος, ἐπὶ τὰς πόλεις περιέπεμπε τὰς δʼ αὐτὸς περιπλέων ᾔτει χρήματα καὶ ναῦς ἐπλήρου. τὴν δʼ ὀξύτητα τοῦ πολεμίου καὶ τὸ τάχος δεδοικώς, μὴ προαναρπάσῃ τῆς παρασκευῆς αὐτὸν ἐπελθών, ἐσκόπει καταφυγὴν ἐπὶ τῷ παρόντι καὶ ἀναχώρησιν.
76.4
ἐπαρχία μὲν οὖν οὐδεμία φύξιμος ἐφαίνετο βουλευομένοις αὐτοῖς, τῶν δὲ βασιλειῶν αὐτὸς μὲν ἀπέφαινε τὴν Πάρθων ἱκανωτάτην οὖσαν ἔν τε τῷ παρόντι δέξασθαι καὶ περιβαλεῖν σφᾶς ἀσθενεῖς ὄντας, αὖθίς τε ῥῶσαι καὶ προπέμψαι μετὰ πλείστης δυνάμεως·
76.5
τῶν δʼ ἄλλων οἱ μὲν εἰς Λιβύην καὶ Ἰόβαν ἔτρεπον τὴν γνώμην, Θεοφάνει δὲ τῷ Λεσβίῳ μανικὸν ἐδόκει τριῶν ἡμερῶν πλοῦν ἀπέχουσαν Αἴγυπτον ἀπολιπόντα καὶ Πτολεμαῖον, ἡλικίαν μὲν ἀντίπαιδα, φιλίας δὲ καὶ χάριτος πατρῴας ὑπόχρεων, Πάρθοις ὑποβαλεῖν ἑαυτόν, ἀπιστοτάτῳ γένει, καὶ Ῥωμαίῳ μὲν ἀνδρὶ κηδεστῇ γενομένῳ τὰ δεύτερα λέγοντα πρῶτον εἶναι τῶν ἄλλων μὴ θέλειν μηδὲ πειρᾶσθαι τῆς ἐκείνου μετριότητος,
76.6
Ἀρσάκην δὲ ποιεῖσθαι κύριον ἑαυτοῦ τὸν μηδὲ Κράσσου δυνηθέντα ζῶντος· καὶ γυναῖκα νέαν οἴκου τοῦ Σκηπίωνος εἰς βαρβάρους κομίζειν ὕβρει καὶ ἀκολασίᾳ τὴν ἐξουσίαν μετροῦντας, ᾗ, κἂν μὴ πάθῃ, δόξῃ δὲ παθεῖν, δεινόν ἐστιν ἐπὶ τοῖς ποιῆσαι δυναμένοις γενομένῃ, τοῦτο μόνον, ὥς φασιν, ἀπέτρεψε τῆς ἐπὶ τὸν Εὐφράτην ὁδοῦ Πομπήϊον εἰ δή τις ἔτι Πομπηΐου λογισμός, ἀλλʼ οὐχὶ δαίμων ἐκείνην ὑφηγεῖτο τὴν ὁδόν.