Thesauros Literature biography Πομπήϊος

Πομπήϊος

Πομπήϊος Plutarch
73.1 Πομπήϊος δὲ μικρὸν ἔξω τοῦ χάρακος προελθὼν τὸν μὲν ἵππον ἀφῆκεν, ὀλίγων δὲ κομιδῇ περὶ αὑτὸν ὄντων, ὡς οὐδεὶς ἐδίωκεν, ἀπῄει καθʼ ἡσυχίαν, ἐν διαλογισμοῖς ὢν οἵους εἰκὸς λαμβάνειν ἄνθρωπον ἔτη τέτταρα καὶ τριάκοντα νικᾶν καὶ κρατεῖν ἁπάντων εἰθισμένον, ἥττης δὲ καὶ φυγῆς τότε πρῶτον ἐν γήρᾳ λαμβάνοντα πεῖραν, ἐννοούμενον δὲ ἐξ ὅσων ἀγώνων καὶ πολέμων ηὐξημένην ἀποβαλὼν ὥρᾳ μιᾷ δόξαν καὶ δύναμιν,
73.2 ὁ ὁ Reiske’s correction of ᾗ in the MSS., which Sintenis and Bekker delete. πρὸ μικροῦ τοσούτοις ὅπλοις καὶ ἵπποις καὶ στόλοις δορυφορούμενος ἀπέρχεται μικρὸς οὕτω γεγονὼς καὶ συνεσταλμένος ὥστε λανθάνειν ζητοῦντας τοὺς πολεμίους, παραμειψάμενος δὲ Λάρισσαν, ὡς ἦλθεν ἐπὶ τὰ Τέμπη, καταβαλὼν ἑαυτὸν ἐπὶ στόμα δεδιψηκὼς ἔπινε τοῦ ποταμοῦ, καὶ πάλιν ἀναστὰς ἐβάδιζε διὰ τῶν Τεμπῶν, ἄχρι οὗ κατῆλθεν ἐπὶ θάλατταν.
73.3 ἐκεῖ δὲ τῆς νυκτὸς τὸ λοιπὸν ἀναπαυσάμενος ἐν καλυβίῳ τινὶ σαγηνέων, καὶ περὶ τὸν ὄρθρον ἐπιβὰς ποταμίου πλοίου, καὶ τῶν ἑπομένων τοὺς ἐλευθέρους ἀναλαβὼν, τοὺς δὲ θεράποντας ἀπιέναι πρὸς Καίσαρα κελεύσας καὶ μὴ δεδιέναι, παρὰ γῆν κομιζόμενος εἶδεν εὐμεγέθη φορτηγὸν ἀνάγεσθαι μέλλουσαν, ἧς ἐναυκλήρει Ῥωμαῖος ἀνὴρ οὐ πάνυ Πομπηΐῳ συνήθης, γινώσκων δὲ τὴν ὄψιν αὐτοῦ· Πετίκιος ἐπεκαλεῖτο.
73.4 τούτῳ συνεβεβήκει τῆς παρῳχημένης νυκτὸς ἰδεῖν κατὰ τοὺς ὕπνους Πομπήϊον, οὐχ ὃν ἑωράκει πολλάκις, ἀλλὰ ταπεινὸν καὶ κατηφῆ, προσδιαλεγόμενον αὐτῷ. καὶ ταῦτα τοῖς συμπλέουσιν ἐτύγχανε διηγούμενος, ὡς δὴ φιλεῖ περὶ πραγμάτων τηλικούτων λόγον ἔχειν ἀνθρώπους σχολὴν ἄγοντας.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme