Thesauros Literature biography Πομπήϊος

Πομπήϊος

Πομπήϊος Plutarch
70.3 πολὺ δὲ καί Σκυθία λειπόμενον ἔργον καί Ἰνδοί, καὶ πρόφασις οὐκ ἄδοξος ἐπὶ ταῦτα τῆς πλεονεξίας ἡμερῶσαι τὰ βαρβαρικά, τίς δʼ ἂν ἢ Σκυθῶν ἵππος ἢ τοξεύματα Πάρθων ἢ πλοῦτος Ἰνδῶν ἐπέσχε μυριάδας ἑπτὰ Ῥωμαίων ἐν ὅπλοις ἐπερχομένας Πομπηΐου καί Καίσαρος ἡγουμένων, ὧν ὄνομα πολὺ πρότερον ἤκουσαν ἢ τὸ Ῥωμαίων; οὕτως ἄμικτα καί ποικίλα καί θηριώδη φῦλα νικῶντες ἐπῆλθον.
70.4 τότε δὲ ἀλλήλοις μαχούμενοι συνῄεσαν, οὐδὲ τὴν δόξαν αὑτῶν, διʼ ἣν τῆς πατρίδος ἠφείδουν, οἰκτείραντες, ἄχρι τῆς ἡμέρας ἐκείνης ἀνικήτων προσαγορευομένων. ἡ μὲν γὰρ γενομένη συγγένεια καί τὰ Ἰουλίας φίλτρα καί γάμος ἐκεῖνος εὐθὺς ἦν ἀπατηλὰ καί ὕποπτα κοινωνίας ἐπὶ χρείᾳ συνισταμένης ὁμηρεύματα, φιλίας δʼ ἀληθινῆς οὐ μετέσχεν.
71.1 ὡς δʼ οὖν τὸ Φαρσάλιον πεδίον ἀνδρῶν καὶ ἵππων καὶ ὅπλων ἀνεπέπληστο καὶ μάχης ἤρθη παρʼ ἀμφοτέρων σημεῖα, πρῶτος ἐκ τῆς Καίσαρος φάλαγγος ἐξέδραμε Γάϊος Κρασσιανός, ἀνδρῶν ἑκατὸν εἴκοσι λοχαγῶν, μεγάλην ἀποδιδοὺς ὑπόσχεσιν Καίσαρι.
71.2 πρῶτον γὰρ αὐτὸν ἐξιὼν τοῦ χάρακος εἶδε, καὶ προσαγορεύσας ἤρετο πῶς φρονοίη περὶ τῆς μάχης, ὁ δὲ τὴν δεξιὰν προτείνας ἀνεβόησε· νικήσεις λαμπρῶς, ὦ Καῖσαρ· ἐμὲ δὲ ἢ ζῶντα τήμερον ἢ νεκρὸν ἐπαινέσεις. τούτων τῶν λόγων μεμνημένος ἐξώρμησε καὶ συνεπεσπάσατο πολλοὺς καὶ προσέβαλε κατὰ μέσους τοὺς πολεμίους.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme