Thesauros Literature biography Πομπήϊος

Πομπήϊος

Πομπήϊος Plutarch
56.1 οἱ δὲ Καίσαρος φίλοι ταύτην ἀρχὴν λαβόντες ἠξίουν τινὰ γενέσθαι καὶ Καίσαρος λόγον, ἀγωνιζομένου τοσούτους ἀγῶνας ὑπὲρ τῆς ἡγεμονίας· ἢ γὰρ ὑπατείας ἄξιον εἶναι τυχεῖν ἑτέρας, ἢ προσλαβεῖν τῇ στρατείᾳ χρόνον. ἐν ᾧ τῶν πεπονημένων οὐκ ἄλλος ἐπελθὼν ἀφαιρήσεται τὴν δόξαν, ἀλλʼ αὐτὸς ἄρξει καὶ τιμήσεται καθʼ ἡσυχίαν ὁ κατεργασάμενος.
56.2 οὔσης δὲ περὶ τούτων ἁμίλλης, ὡς δὴ παραιτούμενος ὑπὲρ τοῦ Καίσαρος ἐπʼ εὐνοίᾳ τὸν φθόνον ὁ Πομπήϊος ἔφη γράμματα Καίσαρος ἔχειν βουλομένου λαβεῖν διάδοχον καὶ παύσασθαι τῆς στρατείας· ὑπατείας μέντοι καὶ μὴ παρόντι καλῶς ἔχειν αἴτησιν αὐτῷ δοθῆναι.
56.3 πρὸς ταῦτα ἐνισταμένων τῶν περὶ Κάτωνα καὶ κελευόντων ἰδιώτην γενόμενον καὶ τὰ ὅπλα καταθέμενον εὑρίσκεσθαί τι παρὰ τῶν πολιτῶν ἀγαθόν, οὐκ ἐξερίσας, ἀλλʼ οἷον ἡττηθεὶς ὁ Πομπήϊος ὕποπτος ἦν μᾶλλον ὧν ἐφρόνει περὶ Καίσαρος, ἔπεμψε δὲ καὶ τὰς δυνάμεις ἀπαιτῶν ἃς ἔχρησεν αὐτῷ, τὰ Παρθικὰ ποιούμενος πρόφασιν. ὁ δέ, καίπερ εἰδὼς ἐφʼ οἷς ἀπῃτεῖτο τοὺς στρατιώτας, ἀπέπεμψε καλῶς δωρησάμενος.
57.1 ἐκ τούτου δὲ Πομπήϊος ἐν Νεαπόλει νοσήσας ἐπισφαλῶς ἀνέρρωσε, Πραξαγόρου δὲ πείσαντος τοὺς Νεαπολίτας ἔθυσαν ὑπὲρ αὑτοῦ σωτήρια, μιμουμένων δὲ τούτους τῶν προσοίκων καὶ τοῦ πράγματος οὕτω περιϊόντος τὴν Ἰταλίαν πᾶσαν, καὶ μικρὰ καὶ μεγάλη πόλις ἐφʼ ἡμέρας πολλὰς ἑώρταζε.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme