Thesauros Literature biography Πομπήϊος

Πομπήϊος

Πομπήϊος Plutarch
32.2 καὶ πρῶτον μὲν αὐτοῦ καρτερὸν ὄρος καὶ δύσμαχον, ἐν ᾧ στρατοπεδεύων ἔτυχεν, ὡς ἄνυδρον ἐκλιπόντος, αὐτὸ τοῦτο κατασχὼν ὁ Πομπήϊος, καὶ τῇ φύσει τῶν βλαστανόντων καὶ ταῖς συγκλινίαις τῶν τόπων τεκμαιρόμενος ἔχειν πηγὰς τὸ χωρίον, ἐκέλευσεν ἐκβαλεῖν πανταχοῦ φρέατα, καὶ μεστὸν ἦν εὐθὺς ὕδατος ἀφθόνου τὸ στρατόπεδον, ὥστε θαυμάζειν εἰ τῷ παντὶ χρόνῳ τοῦτο Μιθριδάτης ἠγνόησεν.
32.3 ἔπειτα περιστρατοπεδεύσας περιετείχιζεν αὐτόν. ὁ δὲ πέντε καὶ τετταράκοντα πολιορκηθεὶς ἡμέρας ἔλαθεν ἀποδρὰς μετὰ τῆς ἐρρωμενεστάτης δυνάμεως, κτείνας τοὺς ἀχρήστους καὶ νοσοῦντας. εἶτα μέντοι περὶ τὸν Εὐφράτην καταλαβὼν αὐτὸν ὁ Πομπήϊος παρεστρατοπέδευσε· καὶ δεδιὼς μὴ φθάσῃ περάσας τὸν Εὐφράτην, ἐκ μέσων νυκτῶν ἐπῆγεν ὠιτλισμένην τὴν στρατιάν·
32.4 καθʼ ὃν χρόνον λέγεται τὸν Μιθριδάτην ὄψιν ἐν ὕπνοις ἰδεῖν τὰ μέλλοντα προδηλοῦσαν. ἐδόκει γὰρ οὐρίῳ πνεύματι πλέων τὸ Ποντικὸν πέλαγος ἤδη Βόσπορον καθορᾶν καὶ φιλοφρονεῖσθαι τοὺς συμπλέοντας, ὡς ἄν τις ἐπὶ σωτηρίᾳ σαφεῖ καὶ βεβαίῳ χαίρων ἄφνω δὲ ἀναφανῆναι πάντων ἔρημος ἐπὶ λεπτοῦ ναυαγίου διαφερόμενος. ἐν τοιούτοις δὲ αὐτὸν ὄντα πάθεσι καὶ φάσμασιν ἐπιστάντες ἀνέστησαν οἱ φίλοι, φράζοντες ἐπιέναι Πομπήϊον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme