Thesauros Literature biography Πομπήϊος

Πομπήϊος

Πομπήϊος Plutarch
29.4 οὐδὲ γὰρ τὸν Ἀχιλλέα ποιεῖν ἀνδρὸς ἔργον, ἀλλὰ μειρακίου παντάπασιν ἐμπλήκτου καὶ σεσοβημένου πρὸς δόξαν, ἀνανεύοντα τοῖς ἄλλοις καὶ διακωλύοντα βάλλειν Ἕκτορα, μή τις κῦδος ἄροιτο βαλών, ὁ δὲ δεύτερος ἔλθοι·
29.5 Πομπήϊον δὲ καὶ σώζειν ὑπερμαχοῦντα τῶν κοινῶν πολεμίων ἐπὶ τῷ τὸν θρίαμβον ἀφελέσθαι στρατηγοῦ πολλὰ πεπονηκότος. οὐ μὴν ἐνέδωκεν ὁ Μέτελλος, ἀλλὰ τούς τε πειρατὰς ἐξελὼν ἐτιμωρήσατο, καὶ τὸν Ὀκταούϊον ἐν τῷ στρατοπέδῳ· καθυβρίσας καὶ λοιδορήσας ἀφῆκεν.
30.1 ἀπαγγελθέντος δὲ εἰς Ῥώμην πέρας ἔχειν τὸν πειρατικὸν πόλεμον καὶ σχολὴν ἄγοντα τὸν Πομπήϊον ἐπέρχεσθαι τὰς πόλεις, γράφει νόμου εἷς τῶν δημάρχων Μάλλιος, ὅσης Λεύκολλος ἄρχει χώρας καὶ δυνάμεως, Πομπήϊον παραλαβόντα πᾶσαν, προσλαβόντα δὲ καὶ Βιθυνίαν, ἣν ἔχει Γλαβρίων, πολεμεῖν Μιθριδάτῃ καὶ Τιγράνῃ τοῖς βασιλεῦσιν, ἔχοντα καὶ τὴν ναυτικὴν δύναμιν καὶ τὸ κράτος τῆς θαλάσσης ἐφʼ οἷς ἔλαβεν ἐξ ἀρχῆς.
30.2 τοῦτο δʼ ἦν ἐφʼ ἑνὶ συλλήβδην γενέσθαι τὴν Ῥωμαίων ἡγεμονίαν ὧν γὰρ ἐδόκει μόνων ἐπαρχιῶν μὴ ἐφικνεῖσθαι τῷ προτέρῳ νόμῳ, Φρυγίας, Λυκαονίας, Γαλατίας, Καππαδοκίας, Κιλικίας, τῆς ἄνω Κολχίδος, Ἀρμενίας, αὗται προσετίθεντο μετὰ στρατοπέδων καὶ δυνάμεων αἷς Λεύκολλος κατεπολέμησε Μιθριδάτην καὶ Τιγράνην.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme