Thesauros Literature biography Πομπήϊος

Πομπήϊος

Πομπήϊος Plutarch
26.2 πεντακόσιαι μὲν γὰρ αὑτῷ νῆες ἐπληρώθησαν, ὁπλιτῶν δὲ μυριάδες δώδεκα καὶ πεντακισχίλιοι ἱππεῖς ἠθροίσθησαν. ἡγεμονικοὶ δὲ καὶ στρατηγικοὶ κατελέγησαν ἀπὸ βουλῆς ἄνδρες εἰκοσιτέσσαρες ὑπʼ αὐτοῦ, δύο δὲ ταμίαι παρῆσαν. αἱ δὲ τιμαὶ τῶν ὠνίων εὐθὺς πεσοῦσαι λόγον ἡδομένῳ τῷ δήμῳ παρεῖχον, ὡς αὐτὸ τοὔνομα τὸν Πομπηΐου λέλυκε τὸν πόλεμον.
26.3 οὐ μὴν ἀλλὰ διελὼν τὰ πελάγη καὶ τὸ διάστημα τῆς ἐντὸς θαλάσσης εἰς μέρη τρισκαίδεκα, καὶ νεῶν ἀριθμὸν ἐφʼ ἑκάστῳ καὶ ἄρχοντα τάξας, ἅμα πανταχοῦ τῇ δυνάμει σκεδασθείσῃ τὰ μὲν ἐμπίπτοντα τῶν πειρατικῶν ἀθρόα περιλαμβάνων εὐθὺς ἐξεθηρᾶτο καὶ κατῆγεν οἱ δὲ φθάσαντες διαλυθῆναι καὶ διεκπεσόντες ὥσπερ εἰς σμῆνος ἐδύοντο πανταχόθεν καταφερόμενοι τὴν Κιλικίαν, ἐφʼ οὓς αὐτὸς ἐστέλλετο ναῦς ἔχων ἑξήκοντα τὰς ἀρίστας.
26.4 οὐ μὴν πρότερον ἐπʼ ἐκείνους ἐξέπλευσεν ἢ παντάπασι καθῆραι τῶν αὐτόθι λῃστηρίων τὸ Τυρρηνικὸν πέλαγος, τὸ Λιβυκόν, τὸ περὶ Σαρδόνα καὶ Κύρνον καὶ Σικελίαν, ἡμέραις τεσσαράκοντα ταῖς πάσαις, αὑτῷ τε χρώμενος ἀτρύτῳ καὶ τοῖς στρατηγοῖς προθύμοις.
27.1 ἐν δὲ Ῥώμῃ τοῦ ὑπάτου Πείσωνος ὀργῇ καὶ φθόνῳ λυμαινομένου τὴν παρασκευὴν καὶ διαλύοντος τὰ πληρώματα, τὸ μὲν ναυτικὸν εἰς Βρεντέσιον περιέπεμψεν, αὐτὸς δὲ διὰ Τυρρηνίας εἰς Ῥώμην ἀνέβαινεν. αἰσθόμενοι δὲ πάντες ἐξεχύθησαν εἰς τὴν ὁδόν, ὥσπερ οὐ πρὸ ἡμερῶν ὀλίγων ἐκπέμψαντες αὐτόν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme