Thesauros Literature biography Πομπήϊος

Πομπήϊος

Πομπήϊος Plutarch
8.6 ἀλλὰ γάρ, ὥσπερ ἀθλητοῦ πρωτεύσαντος ἐν ἀνδράσι καὶ τοὺς πανταχοῦ καθελόντος ἐνδόξως ἀγῶνας εἰς οὐδένα λόγον τὰς παιδικὰς τίθενται νίκας οὐδʼ ἀναγράφουσιν, οὕτως ἃς ἔπραξε τότε πράξεις ὁ Πομπήϊος, αὐτὰς καθʼ ἑαυτὰς ὑπερφυεῖς οὔσας, πλήθει δὲ καὶ μεγέθει τῶν ὑστέρων ἀγώνων καὶ πολέμων κατακεχωσμένας, ἐδεδίειν κινεῖν, μὴ περὶ τὰ πρῶτα πολλῆς διατριβῆς γενομένης τῶν μεγίστων καὶ μάλιστα δηλούντων τὸ ἦθος ἔργων καὶ παθημάτων τοῦ ἀνδρὸς ἀπολειφθῶμεν.
9.1 ἐπεὶ τοίνυν ἐκράτησε τῆς Ἰταλίας ὁ Σύλλας καὶ δικτάτωρ ἀνηγορεύθη, τοὺς μὲν ἄλλους ἡγεμόνας καὶ στρατηγοὺς ἠμείβετο πλουσίους ποιῶν καὶ προάγων ἐπὶ ἀρχὰς καὶ χαριζόμενος ἀφθόνως καὶ προθύμως ὧν ἕκαστος ἐδεῖτο, Πομπήϊον δὲ θαυμάζων διʼ ἀρετὴν καὶ μέγα νομίζων ὄφελος εἶναι τοῖς ἑαυτοῦ πράγμασιν, ἐσπούδασεν ἁμῶς γέ πως οἰκειότητι προσθέσθαι.
9.2 συμβουλομένης δὲ τῆς γυναικὸς αὐτοῦ τῆς Μετέλλης, πείθουσι τὸν Πομπήϊον ἀπαλλαγέντα τῆς Ἀντιστίας λαβεῖν γυναῖκα τὴν Σύλλα πρόγονον Αἰμιλίαν, ἐκ Μετέλλης καὶ Σκαύρου γεγενημένην, ἀνδρὶ δὲ συνοικοῦσαν ἤδη καὶ κύουσαν τότε. ἦν οὖν τυραννικὰ τὰ τὸν γάμου καὶ τοῖς Σύλλα καιροῖς μᾶλλον ἢ τοῖς Πομπηΐου τρόποις πρέποντα, τῆς μὲν Αἰμιλίας ἀγομένης ἐγκύμονος παρʼ ἑτέρου πρὸς αὐτόν,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme