Thesauros Literature biography Ἀγησίλαος

Ἀγησίλαος

Ἀγησίλαος Plutarch
6.2 ἅμα δὲ τοῖς ἐν Ἀσίᾳ φίλοις ἐπέστελλε πέμπειν εἰς Λακεδαίμονα καὶ στρατηγὸν Ἀγησίλαον αἰτεῖσθαι. παρελθὼν οὖν εἰς τὸ πλῆθος Ἀγησίλαος ἀνεδέξατο τὸν πόλεμον, εἰ δοῖεν αὐτῷ τριάκοντα μὲν ἡγεμόνας καὶ συμβούλους Σπαρτιάτας, νεοδαμώδεις δὲ λογάδας δισχιλίους, τὴν δὲ συμμαχικὴν εἰς ἑξακισχιλίους δύναμιν.
6.3 συμπράττοντος δὲ τοῦ Λυσάνδρου πάντα προθύμως ἐψηφίσαντο, καὶ τὸν Ἀγησίλαον ἐξέπεμπον εὐθὺςἐξέπεμπον εὐθυς MSS.:ἐξέπεμπον after Reiske. ἔχοντα τοὺς τριάκοντα Σπαρτιατας, ὧν ὁ Λύσανδρος ἦν πρῶτος, πρῶτος S: εὐθὺς πρῶτος. οὐ διὰ τὴν ἑαυτοῦ δόξαν καὶ δύναμιν μόνον, ἀλλὰ καὶ διὰ τὴν Ἀγησιλάου φιλίαν, ᾧ μεῖζον ἐδόκει τῆς βασιλείας ἀγαθὸν διαπεπρᾶχθαι τὴν στρατηγίαν ἐκείνην.
6.4 ἀθροιζομένης δὲ τῆς δυνάμεως εἰς Γεραιστόν, αὐτὸς εἰς Αὐλίδα κατελθὼν μετὰ τῶν φίλων καὶ νυκτερεύσας ἔδοξε κατὰ τοὺς ὕπνους εἰπεῖν τινα πρὸς αὐτόν· ὦ βασιλεῦ Λακεδαιμονίων, ὅτι μὲν οὐδεὶς τῆς Ἑλλάδος ὁμοῦ συμπάσης ἀπεδείχθη στρατηγὸς ἢ πρότερον Ἀγαμέμνων καὶ σὺ νῦν μετʼ ἐκεῖνον, ἐννοεῖς δήπουθεν ἐπεὶ δὲ τῶν μὲν αὐτῶν ἄρχεις ἐκείνῳ, τοῖς δὲ αὐτοῖς πολεμεῖς, ἀπὸ δὲ τῶν αὐτῶν τόπων ὁρμᾷς ἐπὶ τὸν πόλεμον, εἰκός ἐστι καὶ θῦσαί σε τῇ θεῷ θυσίαν ἣν ἐκεῖνος ἐνταῦθα θύσας ἐξέπλευσεν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme