Thesauros Literature biography Ἀγησίλαος

Ἀγησίλαος

Ἀγησίλαος Plutarch
39.4 ἡμᾶς γὰρ οἱ μὲν κατὰ στόμα τῶν πολεμίων οὐχ ὑπομενοῦσιν, οἱ δὲ ἄλλοι διὰ τὴν τάφρον οὐ βλάψουσιν. ἐθαύμασεν οὖν ὁ Νεκτάναβις τοῦ Ἀγησιλάου τὴν δεινότητα, καὶ δοὺς ἑαυτὸν εἰς μέσα τὰ τῶν Ἑλλήνων ὅπλα καὶ προσπεσὼν ἐτρέψατο ῥᾳδίως τοὺς ἀντιστάντας. ὡς δὲ ἅπαξ ἔλαβε πειθόμενον αὑτῷ τὸν Νεκτάναβιν ὁ Ἀγησίλαος, αὖθις ἐπῆγε τὸ αὐτὸ στρατήγημα καθάπερ πάλαισμα τοῖς πολεμίοις.
39.5 τὰ μὲν γὰρ ὑποφεύγων καὶ ὑπάγων, τὰ δὲ ἀντιπεριχωρῶν, ἐμβάλλει τὸ πλῆθος αὐτῶν εἰς τόπον ἔχοντα διώρυχα βαθεῖαν ἐξ ἑκατέρας πλευρᾶς παραρρέουσαν, ὧν τὸ μέσον ἐμφράξας καὶ καταλαβὼν τῷ μετώπῳ τῆς φάλαγγος ἐξίσωσε πρὸς τοὺς μαχομένους τῶν πολεμίων τὸ πλῆθος, οὐκ ἔχοντας περιδρομὴν καὶ κύκλωσιν. ὅθεν οὐ πολὺν χρόνον ἀντιστάντες ἐτράποντο· καὶ πολλοὶ μὲν ἀνῃρέθησαν, οἱ δὲ φεύγοντες ἐσκεδάσθησαν καὶ διερρύησαν.
40.1 ἐκ δὲ τούτου καλῶς μὲν εἶχε τὰ πράγματα καὶ βεβαίως τῷ Αἰγυπτίῳ πρὸς ἀσφάλειαν ἀγαπῶν δὲ καὶ φιλοφρονούμενος ἐδεῖτο μεῖναι καὶ συνδιαχειμάσαι μετʼ αὐτοῦ τὸν Ἀγησίλαον. ὁ δὲ ὥρμητο πρὸς τὸν οἴκοι πόλεμον, εἰδὼς χρημάτων δεομένην τὴν πόλιν καὶ ξενοτροφοῦσαν. προὔπεμψεν οὖν αὐτὸν ἐντίμως καὶ μεγαλοπρεπῶς, ἄλλας τε λαβόντα τιμὰς καὶ δωρεὰς καὶ πρὸς τὸν πόλεμον ἀργυρίου διακόσια καὶ τριάκοντα τάλαντα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme